mercoledì 20 settembre 2017

Harry Potter e la pietra filosofale (incipit)

Ἄρειος Ποτὴρ καὶ ἡ τοῦ φιλοσόφου λίθος


Βίβλος Α

Περὶ τοῦ παιδὸς τοῦ ἐπιβιοῦντος

Δούρσλειος καὶ ἡ γυνὴ ἐνῴκουν τῇ τετάρτῃ οἰκίᾳ τῇ τῆς τῶν μυρσίνων ὁδοῦ· ἐσεμνύνοντο δὲ περὶ ἑαυτοὺς ὡς οὐδὲν διαφέρουσι τῶν ἄλλων ἀνθρώπων, τούτου δ’ἕνεκα χάριν πολλὴν ᾔδεσαν. Διόπερ νομίζοις ἂν αὐτοὺς ἐν πρώτοις εἶναι τῶν μὴ μετεχόντων τοῦ θαυμασίου, ὡς περὶ οὐδενὸς τὰ τοιαῦτα ποιουμένους καὶ ἀλαζονείαν καλοῦντας.
Ὁ δὲ Δούρσλειος κύριος ἦν ἐργαστηρίου τινὸς Γρούνιγγος καλουμένου οὗπερ τρύπανα καὶ τέρετρα παντοδαπὰ ποιεῖται. Καὶ μέγας τ’ἦν τὸ εἶδος καὶ μάλιστα ὀγκώδης· τὸν μὲν γὰρ αὐχένα οὐκ ἦν ῥᾴδιον ἰδεῖν πάχιστον ὄντα, μύστακα δ’ἂν ἴδοις αὐτῷ δασὺν ὡς σφόδρα. Ἡ δὲ γυνὴ οὐδαμῶς παχεῖα οὖσα λευκόθριξ τ’ἦν καὶ δολιχαύχην· διπλοῦν γὰρ εἶχεν αὐχένα ἢ κατὰ φύσιν καὶ μάλα χρήσιμον ἐπὶ τὸ ῥᾷον ἐπιτηρεῖν γεράνου δίκην τοὺς γείτονας σκοποῦσα ὑπὲρ τὸ τειχίον. Καὶ υἱὸν εἶχον οἱ Δούρσλειοι ἔτι παιδίον ὄντα ὀνόματι Δούδλιον· τὸν δ’ἡγοῦντο τὸ κάλλιστον εἶναι τῶν ἐν ἀνθρώποις.