martedì 17 gennaio 2017

Le leggi: il baluardo della democrazia (da Eschine)

Ὁμολογεῖται, ὦ ἄνδρες Ἀθηναῖοι, τρεῖς εἶναι πολιτείας παρὰ τοῖς ἀνθρώποις, τυραννίδα καὶ ὀλιγαρχίαν καὶ δημοκρατίαν· διοικοῦνται δ᾽αἱ μὲν τυραννίδες καὶ ὀλιγαρχίαι κατὰ τὰ βουλεύματα τῶν κρατούντων, αἱ δὲ πόλεις αἱ δημοκρατούμεναι κατὰ τοὺς νόμους. Εὖ δὲ γιγνώσκετε, ὦ ἄνδρες Ἀθηναῖοι, ὅτι τὰ μὲν τῶν δημοκρατουμένων σώματα καὶ τὴν πολιτείαν οἱ νόμοι σῴζουσιν, τὰ δὲ τῶν τυράννων καὶ ὀλιγαρχικῶν σώματα ἡ ἀπιστία καὶ τὰ ὅπλα. Χρὴ γὰρ τοὺς μὲν τυράννους καὶ ὀλιγαρχικοὺς φυλάσσεσθαι τοὺς ἐν χειρῶν νόμῳ τὰς πολιτείας καταλύοντας, ὑμᾶς δὲ, ἔχοντας τὴν ἴσην καὶ ἔννομον πολιτείαν, φυλάσσεσθαι τοὺς παρὰ τοὺς νόμους λέγοντας καὶ πράσσοντας.


Chi è il cittadino? (da Aristotele) [struttura commentata]

Χρὴ οὖν
σκέπτεσθαι
τίς ὁ πολίτης ἐστί,
(che pronome riconosci? che tipo di proposiz. introduce?)
ἐπεὶ ὁ πολίτης ἀμφισβητεῖται πολλάκις.
(qual è la reggente di questa proposiz.? attenzione alla diatesi)
(ὁ πολίτης: intendi “il concetto di cittadino”, “il ruolo di cittadino”)

Οὐ γὰρ πάντες ὁμολογοῦσι
τὸν αὐτὸν εἶναι πολίτην·
(ripassa gli usi di αὐτός)

ὃς γὰρ ἐν δημοκρατίᾳ πολίτης ἐστί,
(che pronome riconosci? a quale elemento sottinteso della reggente si riferisce?)
ἐν ὀλιγαρχίᾳ πολλάκις οὐκ ἔστι πολίτης.

Ὁ δὲ πολίτης
οὐ τῷ οἰκεῖν ἐν τῇ πόλει
(che modo è presente? Quale funzione ha e da cosa lo riconosci?)
πολίτης ἐστίν,
καὶ γὰρ μέτοικοι καὶ δοῦλοι κοινωνοῦσι τῆς οἰκήσεως,
(controlla la costruzione del verbo)
οὐδ᾽
οἱ τῶν δικαίων μετέχοντες οὕτως
(che modo è presente? Sulla base di quale elemento ne riconosci la funzione?)
(controlla la costruzione di questo verbo, che compare anche dopo)
ὥστε καὶ δίκην ὑπέχειν καὶ δικάζεσθαι·
(che proposizione riconosci? osserva che ὥστε nella reggente è anticipato da οὕτως; ripassa con attenzione questo tipo di proposizione)

καὶ γὰρ παῖδες καὶ γέροντες πως πολῖταί εἰσι,
(osserva che πως è atono)
ἀλλὰ διὰ τὴν ἡλικίαν οὐχ ἁπλῶς δὲ λίαν,
(dalla proposizione precedente ricava ciò che qui è sottinteso)
οἱ μὲν
(con che valore vengono qui usati gli articoli?)
ἀτελεῖς ὄντες,
οἱ δὲ
παρηκμακότες.
(è un participio perfetto di παρακμάζω; qui puoi tradurlo: “ormai indeboliti”, “che hanno ormai superato l’età attiva”)

Πολίτης δ’ἁπλῶς ἐστι
ὅστις μετέχει κρίσεως καὶ ἀρχῆς.
(che pronome riconosci? a quale elemento sottinteso della reggente si riferisce?)

Ἐκ τούτων δῆλόν ἐστι
τίς οὖν ἐστιν ὁ πολίτης·
(ricompare un pronome che hai già incontrato)

ᾧ γὰρ ἐξουσία
(che pronome riconosci? a chi si riferisce nella sua reggente? Dove trovi tale reggente?)
(quale verbo è sottinteso?)
κοινωνεῖν τῆς ἀρχῆς βουλευτικῆς ἢ κριτικῆς,
(per tradurre meglio cerca di ricostruire l’etimologia dei due aggettivi)
τοῦτον πολίτην
(a quale proposizione appartengono queste parole? Nella traduzione è preferibile spostarle in un ordine più logico)
(pur essendo nello stesso caso, questi due termini non hanno la stessa funzione sintattica)
λέγομεν
εἶναι ταύτης τῆς πόλεως.



Chi è il cittadino? (da Aristotele) [struttura]

Χρὴ οὖν
σκέπτεσθαι
τίς ὁ πολίτης ἐστί,
ἐπεὶ ὁ πολίτης ἀμφισβητεῖται πολλάκις.

Οὐ γὰρ πάντες ὁμολογοῦσι
τὸν αὐτὸν εἶναι πολίτην·

ὃς γὰρ ἐν δημοκρατίᾳ πολίτης ἐστί,
ἐν ὀλιγαρχίᾳ πολλάκις οὐκ ἔστι πολίτης.

Ὁ δὲ πολίτης
οὐ τῷ οἰκεῖν ἐν τῇ πόλει
πολίτης ἐστίν,
καὶ γὰρ μέτοικοι καὶ δοῦλοι κοινωνοῦσι τῆς οἰκήσεως,
οὐδ᾽
οἱ τῶν δικαίων μετέχοντες οὕτως
ὥστε καὶ δίκην ὑπέχειν καὶ δικάζεσθαι·

καὶ γὰρ παῖδες καὶ γέροντες πως πολῖταί εἰσι,
ἀλλὰ διὰ τὴν ἡλικίαν οὐχ ἁπλῶς δὲ λίαν,
οἱ μὲν
ἀτελεῖς ὄντες,
οἱ δὲ
παρηκμακότες.

Πολίτης δ’ἁπλῶς ἐστι
ὅστις μετέχει κρίσεως καὶ ἀρχῆς.

Ἐκ τούτων δῆλόν ἐστι
τίς οὖν ἐστιν ὁ πολίτης·

ᾧ γὰρ ἐξουσία
κοινωνεῖν τῆς ἀρχῆς βουλευτικῆς ἢ κριτικῆς,
τοῦτον πολίτην
λέγομεν
εἶναι ταύτης τῆς πόλεως.


Chi è il cittadino? (da Aristotele)

Χρὴ οὖν σκέπτεσθαι τίς ὁ πολίτης ἐστί, ἐπεὶ ὁ πολίτης ἀμφισβητεῖται πολλάκις. Οὐ γὰρ πάντες ὁμολογοῦσι τὸν αὐτὸν εἶναι πολίτην· ὃς γὰρ ἐν δημοκρατίᾳ πολίτης ἐστί, ἐν ὀλιγαρχίᾳ πολλάκις οὐκ ἔστι πολίτης. Ὁ δὲ πολίτης οὐ τῷ οἰκεῖν ἐν τῇ πόλει πολίτης ἐστίν, καὶ γὰρ μέτοικοι καὶ δοῦλοι κοινωνοῦσι τῆς οἰκήσεως, οὐδ᾽οἱ τῶν δικαίων μετέχοντες οὕτως ὥστε καὶ δίκην ὑπέχειν καὶ δικάζεσθαι· καὶ γὰρ παῖδες καὶ γέροντες πως πολῖταί εἰσι, ἀλλὰ διὰ τὴν ἡλικίαν οὐχ ἁπλῶς δὲ λίαν, οἱ μὲν ἀτελεῖς ὄντες, οἱ δὲ παρηκμακότες. Πολίτης δ’ἁπλῶς ἐστι ὅστις μετέχει κρίσεως καὶ ἀρχῆς. Ἐκ τούτων δῆλόν ἐστι τίς οὖν ἐστιν ὁ πολίτης· ᾧ γὰρ ἐξουσία κοινωνεῖν τῆς ἀρχῆς βουλευτικῆς ἢ κριτικῆς, τοῦτον πολίτην λέγομεν εἶναι ταύτης τῆς πόλεως.

sabato 14 gennaio 2017

Alessandro all’assalto di una città (da Arriano) [struttura commentata]

Ἀλέξανδρος
(di quale verbo è sogg.?)
τῇ πόλει προσβάλλων,
(con chi concorda? Che funzione ha?)
τοὺς μὲν πρὸ τῆς πόλεως μαχομένους
(che funzione ha qui il participio? da che verbo è retto?)
(osserva l’ordine delle parole)
ἐξ ἐφόδου ἐτρέπετο
(qual è la diatesi del verbo? Osserva quale complemento regge)
(nel lessico militare il sintagma evidenziato assume un significato particolare; controllalo nel dizionario)
καὶ κατέκλειεν ἐς τὴν πόλιν·

αὐτὸς δὲ τιτρώσκεται βέλει διὰ τοῦ θώρακος ἐς τὸν ὦμον·
(osserva l’uso delle particelle; questo δέ a quale altra particella si collega?)

τὸ δὲ τραῦμα οὐ χαλεπὸν αὐτῷ ἐγίγνετο
(che struttura riconosci? Tieni conto del caso di αὐτῷ e del fatto che questo verbo spesso è sinonimo di un altro molto comune)
ἐπεὶ ὁ θώραξ κατέχει τὸ βέλος.
(che proposiz. riconosci?)

Τότε μὲν δὴ
ἵνα ἐπιμαχώτατον τὸ τεῖχος ἐφαίνετο
(attenzione! qual è il modo del verbo? Quindi la congiunzione non avrà il più frequente valore di quando regge un congiuntivo. Controlla nel dizionario)
(osserva il grado dell’aggettivo)
ἐστρατοπεδεύετο πρὸς τῇ πόλει.

Διπλοῦν γὰρ τεῖχος περιεῖχε τὴν πόλιν.

Τῇ δὲ ὑστεραίᾳ ὑπὸ τὴν ἕω εἰς μὲν τὸ πρῶτον τεῖχος,
(osserva i diversi sintagmi; nel primo potresti sottintendere ἡμέρᾳ)
ἅτε οὐ μάλα ὀχυρὸν ὄν,
(con cosa concorda il participio? che valore assume tendendo conto che è accompagnato dalla particella ἅτε?)
οὐ χαλεπῶς ἐβιάζοντο οἱ Μακεδόνες·

πρὸς δὲ τῷ δευτέρῳ ὀλίγον χρόνον ἀντεῖχον οἱ βάρβαροι·
(anche qui potresti sottintendere τείχει)
(che compl. riconosci in ὀλίγον χρόνον?)

ὡς γὰρ αἰ κλίμακες προσήγοντο ἤδη
(tra i numerosi valori di questa congiunzione qual è il più adatto a questo contesto? Quale proposizione è coordinata a questa?)
(attenzione alla diatesi)
καὶ ὑπὸ τῶν βελῶν πάντοθεν ἐτιτρώσκοντο οἱ προμαχόμενοι,
(che funzione riconosci in οἱ προμαχόμενοι? Cosa te lo fa capire?)
(in base a quale elemento puoi determinare la diatesi del verbo?)
οὗτοι οὐκ ἔμενον,
ἀλλὰ κατὰ τὰς πύλας ἐπὶ τὰ ὄρη ἐκπίπτουσιν ἐκ τῆς πόλεως.

Καὶ τούτων οἱ μὲν ἐν τῇ φυγῇ ἀποθνήσκουσιν,
(con che funzione è qui usato l’articolo?)

ὅσους δὲ ζῶντας ἐλάμβανον,
(osserva l’uso delle particelle; questo δέ a quale altra particella si collega?)
(che tipo di pronome riconosci? A chi va collegato nella reggente? Leggi la frase anche nella parte seguente)
(con chi concorda il participio? qui sarebbe meglio renderlo con un aggettivo)
ξύμπαντας ἀποκτείνουσιν οἱ Μακεδόνες,
ὅτι Ἀλέξανδρος ἐτρώθη ὑπ᾽αὐτῶν.
(che valore assume questa congiunzione? Rifletti sul contesto)
(ἐτρώθη è un aoristo passivo di τιτρώσκω; traducilo con “era stato ferito”)



Alessandro all’assalto di una città (da Arriano) [struttura]

Ἀλέξανδρος
τῇ πόλει προσβάλλων,
τοὺς μὲν πρὸ τῆς πόλεως μαχομένους
ἐξ ἐφόδου ἐτρέπετο
καὶ κατέκλειεν ἐς τὴν πόλιν·

αὐτὸς δὲ τιτρώσκεται βέλει διὰ τοῦ θώρακος ἐς τὸν ὦμον·

τὸ δὲ τραῦμα οὐ χαλεπὸν αὐτῷ ἐγίγνετο
ἐπεὶ ὁ θώραξ κατέχει τὸ βέλος.

Τότε μὲν δὴ
ἵνα ἐπιμαχώτατον τὸ τεῖχος ἐφαίνετο
ἐστρατοπεδεύετο πρὸς τῇ πόλει.

Διπλοῦν γὰρ τεῖχος περιεῖχε τὴν πόλιν.

Τῇ δὲ ὑστεραίᾳ ὑπὸ τὴν ἕω εἰς μὲν τὸ πρῶτον τεῖχος,
ἅτε οὐ μάλα ὀχυρὸν ὄν,
οὐ χαλεπῶς ἐβιάζοντο οἱ Μακεδόνες·

πρὸς δὲ τῷ δευτέρῳ ὀλίγον χρόνον ἀντεῖχον οἱ βάρβαροι·

ὡς γὰρ αἰ κλίμακες προσήγοντο ἤδη
καὶ ὑπὸ τῶν βελῶν πάντοθεν ἐτιτρώσκοντο οἱ προμαχόμενοι,
οὗτοι οὐκ ἔμενον,
ἀλλὰ κατὰ τὰς πύλας ἐπὶ τὰ ὄρη ἐκπίπτουσιν ἐκ τῆς πόλεως.

Καὶ τούτων οἱ μὲν ἐν τῇ φυγῇ ἀποθνήσκουσιν,

ὅσους δὲ ζῶντας ἐλάμβανον,
ξύμπαντας ἀποκτείνουσιν οἱ Μακεδόνες,
ὅτι Ἀλέξανδρος ἐτρώθη ὑπ᾽αὐτῶν.


Alessandro all’assalto di una città (da Arriano)

Ἀλέξανδρος τῇ πόλει προσβάλλων, τοὺς μὲν πρὸ τῆς πόλεως μαχομένους ἐξ ἐφόδου ἐτρέπετο καὶ κατέκλειεν ἐς τὴν πόλιν· αὐτὸς δὲ τιτρώσκεται βέλει διὰ τοῦ θώρακος ἐς τὸν ὦμον· τὸ δὲ τραῦμα οὐ χαλεπὸν αὐτῷ ἐγίγνετο ἐπεὶ ὁ θώραξ κατέχει τὸ βέλος. Τότε μὲν δὴ ἵνα ἐπιμαχώτατον τὸ τεῖχος ἐφαίνετο ἐστρατοπεδεύετο πρὸς τῇ πόλει. Διπλοῦν γὰρ τεῖχος περιεῖχε τὴν πόλιν. Τῇ δὲ ὑστεραίᾳ ὑπὸ τὴν ἕω εἰς μὲν τὸ πρῶτον τεῖχος, ἅτε οὐ μάλα ὀχυρὸν ὄν, οὐ χαλεπῶς ἐβιάζοντο οἱ Μακεδόνες· πρὸς δὲ τῷ δευτέρῳ ὀλίγον χρόνον ἀντεῖχον οἱ βάρβαροι· ὡς γὰρ αἰ κλίμακες προσήγοντο ἤδη καὶ ὑπὸ τῶν βελῶν πάντοθεν ἐτιτρώσκοντο οἱ προμαχόμενοι, οὗτοι οὐκ ἔμενον, ἀλλὰ κατὰ τὰς πύλας ἐπὶ τὰ ὄρη ἐκπίπτουσιν ἐκ τῆς πόλεως. Καὶ τούτων οἱ μὲν ἐν τῇ φυγῇ ἀποθνήσκουσιν, ὅσους δὲ ζῶντας ἐλάμβανον, ξύμπαντας ἀποκτείνουσιν οἱ Μακεδόνες, ὅτι Ἀλέξανδρος ἐτρώθη ὑπ᾽ αὐτῶν.