domenica 25 giugno 2017

Le donne di Argo: il loro eroismo contro gli Spartani (da Plutarco) [struttura]

Ἐπεὶ δὲ Κλεομένης ὁ βασιλεὺς τῶν Σπαρτιατῶν
πολλοὺς ἀποκτείνας
ἐβάδιζε πρὸς Ἄργος,
φόβος μέγιστος ἐπέστησε ταῖς γυναιξὶ τόλμαν δαιμονίαν
τοῦ ἀμύνεσθαι τοὺς πολεμίους ὑπὲρ τῆς πατρίδος.

Ἡγουμένης δὲ τῆς ποιητρίας καὶ Μουσῶν θεραπευτοῦ, Τελεσίλλης,
ὅπλα λαμβάνουσι
καὶ
παρ᾽ἔπαλξιν ἱστάμεναι
κύκλῳ τὰ τείχη περιέστεψαν,
ὥστε θαυμάζειν τοὺς πολεμίους.
Τὸν μὲν οὖν Κλεομένη,
πολλῶν πεσόντων,
ἀπεκρούσαντο·

τὸν δ᾽ἕτερον βασιλέα Δημάρατον
ἐντὸς τῆς πόλεως γενόμενον
καὶ κατασχόντα τὸ Παμφυλιακὸν
ἐξέωσαν.

Οὕτω δὲ τῆς πόλεως περιγενομένης,
τὰς μὲν πεσούσας ἐν τῇ μάχῃ τῶν γυναικῶν ἐπὶ τῆς ὁδοῦ τῆς Ἀργείας ἔθαψαν,
ταῖς δὲ τὸν θάνατον φυγούσασις ἔδοσαν
ἱδρύσασθαι τὸν Ἐνυάλιον ὑπόμνημα τῆς αὐτῶν ἀριστείας.


Nessun commento:

Posta un commento