domenica 25 giugno 2017

Le oche del Campidoglio (da Diodoro Siculo)

Οἱ δὲ Κελτοὶ συνετάξαντο κατὰ τῆς πέτρας ἀναβῆναι εἰς τὸ Καπετώλιον. Διὸ καὶ περὶ μέσας νύκτας οἱ μὲν φύλακες παρερρᾳθύμουν τῆς φυλακῆς διὰ τὴν ὀχυρότητα τοῦ τόπου, τῶν δὲ Κελτῶν τινες κατὰ τῆς πέτρας προσανέβησαν. Τοὺς μὲν οὖν φύλακας ἔλαθον οἱ Κελτοί, χῆνες δ᾽ἱεροὶ θεωρήσαντες τοὺς ἀναβαίνοντας κραυγὴν ἐποίουν. Συνδραμόντων δὲ τῶν φυλάκων ἐπὶ τὸν τόπον, οὗτοι μὲν οὐκ ἐτόλμων προσελθεῖν, Μάρκος δέ Μάλλιος, ἔνδοξος ἀνήρ, ἐκβοηθήσας ἐπὶ τὸν τόπον τῷ μὲν ξίφει τὴν χεῖρα τοῦ Κελτοῦ προσαναβαίνοντος ἀπέκοψε, τῷ δὲ θυρεῷ πατάξας εἰς τὸ στῆθος ἀπεκύλισεν αὐτὸν ἀπὸ τῆς πέτρας. Παραπλησίως δὲ καὶ τοῦ δευτέρου προσαναβαίνοντος ἀπολομένου, οἱ λοιποὶ ταχέως πάντες ἔφυγον· ἀπορρῶγος δὲ τῆς πέτρας οὔσης, ἅπαντες καταρροῦντες ἐτελεύτησαν. Διόπερ πρεσβευομένων τῶν Ῥωμαίων περὶ διαλύσεως, οἱ Κελτοὶ ἀπεδέξαντο τὴν πόλιν ἐκλιπεῖν ἐὰν Ῥωμαῖοι χιλίας λίτρας χρυσίου δῶσι.


Nessun commento:

Posta un commento