mercoledì 22 giugno 2016

Il tragediografo Sofocle (struttura commentata)

Ἐγένετο οὖν Σοφοκλῆς τὸ γένος Ἀθηναῖος καὶ τῷ βίῳ καὶ τῇ ποιήσει περιφανής,
(quali complementi esprimono i sintagmi sottolineati? Anche se in caso diverso la loro funzione è in realtà analoga)
καλῶς τ’ἐπαιδεύθη
καὶ ἐτράφη ἐν εὐπορίᾳ.
(attenzione alla diatesi!)

Διεπονήθη δὲ σὺν παισὶ καὶ περὶ παλαίστραν καὶ μουσικήν,
ἐξ ὧν ἀμφοτέρων ἐστεφανώθη.
(che pronome riconosci? a cosa si riferisce?)

Ἐδιδάχθη δὲ τὴν μουσικὴν παρὰ Λάμπρῳ,
(attenzione alla diatesi!)
καὶ μετὰ τὴν ἐν Σαλαμῖνι ναυμαχίαν,
Ἀθηναίων περὶ τρόπαιον ὄντων,
(che costruzione riconosci?)
μετὰ λύρας γυμνὸς τῶν ἐπινικίων ἐξῆρχε.
(attenzione alla costruzione del verbo!)

Παρ’Αἰσχύλῳ δὲ τὴν τραγῳδίαν ἔμαθε.

Καὶ πολλὰ ἐκαινούργησεν ἐν τοῖς ἀγῶσι,
πρῶτον μὲν καταλύσας τὴν ὑπόκρισιν τοῦ ποιητοῦ διὰ τὴν ἰδίαν μικροφωνίαν
(πάλαι γὰρ καὶ ὁ ποιητὴς ὑπεκρίνετο αὐτὸς),
(si tratta di una frase incidentale; il verbo ha un significato tecnico legato all’ambito del teatro)
(che valore ha qui αὐτὸς? Osserva il caso in cui si trova)
τοὺς δὲ χορευτὰς ποιήσας πεντεκαίδεκα ἀντὶ δώδεκα.
(attenzione all’uso delle particelle; esprimono sempre contrapposizione?)

Καὶ τὸν τρίτον ὑποκριτὴν ἐξεῦρε.
(tieni conto che prima di Sofocle le tragedie erano recitate solo da due attori)


Il tragediografo Sofocle (struttura)

Ἐγένετο οὖν Σοφοκλῆς τὸ γένος Ἀθηναῖος καὶ τῷ βίῳ καὶ τῇ ποιήσει περιφανής,
καλῶς τ’ἐπαιδεύθη
καὶ ἐτράφη ἐν εὐπορίᾳ.

Διεπονήθη δὲ σὺν παισὶ καὶ περὶ παλαίστραν καὶ μουσικήν,
ἐξ ὧν ἀμφοτέρων ἐστεφανώθη.

Ἐδιδάχθη δὲ τὴν μουσικὴν παρὰ Λάμπρῳ,
καὶ μετὰ τὴν ἐν Σαλαμῖνι ναυμαχίαν,
Ἀθηναίων περὶ τρόπαιον ὄντων,
μετὰ λύρας γυμνὸς τῶν ἐπινικίων ἐξῆρχε.

Παρ’Αἰσχύλῳ δὲ τὴν τραγῳδίαν ἔμαθε.

Καὶ πολλὰ ἐκαινούργησεν ἐν τοῖς ἀγῶσι,
πρῶτον μὲν καταλύσας τὴν ὑπόκρισιν τοῦ ποιητοῦ διὰ τὴν ἰδίαν μικροφωνίαν
(πάλαι γὰρ καὶ ὁ ποιητὴς ὑπεκρίνετο αὐτὸς),
τοὺς δὲ χορευτὰς ποιήσας πεντεκαίδεκα ἀντὶ δώδεκα.

Καὶ τὸν τρίτον ὑποκριτὴν ἐξεῦρε.


Il tragediografo Sofocle

Ἐγένετο οὖν Σοφοκλῆς τὸ γένος Ἀθηναῖος καὶ τῷ βίῳ καὶ τῇ ποιήσει περιφανής, καλῶς τ’ἐπαιδεύθη καὶ ἐτράφη ἐν εὐπορίᾳ. Διεπονήθη δὲ σὺν παισὶ καὶ περὶ παλαίστραν καὶ μουσικήν, ἐξ ὧν ἀμφοτέρων ἐστεφανώθη. Ἐδιδάχθη δὲ τὴν μουσικὴν παρὰ Λάμπρῳ, καὶ μετὰ τὴν ἐν Σαλαμῖνι ναυμαχίαν, Ἀθηναίων περὶ τρόπαιον ὄντων, μετὰ λύρας γυμνὸς τῶν ἐπινικίων ἐξῆρχε. Παρ’Αἰσχύλῳ δὲ τὴν τραγῳδίαν ἔμαθε. Καὶ πολλὰ ἐκαινούργησεν ἐν τοῖς ἀγῶσι, πρῶτον μὲν καταλύσας τὴν ὑπόκρισιν τοῦ ποιητοῦ διὰ τὴν ἰδίαν μικροφωνίαν (πάλαι γὰρ καὶ ὁ ποιητὴς ὑπεκρίνετο αὐτὸς), τοὺς δὲ χορευτὰς ποιήσας πεντεκαίδεκα ἀντὶ δώδεκα. Καὶ τὸν τρίτον ὑποκριτὴν ἐξεῦρε.

(da Erodoto) Serse fa frustare il mare (struttura commentata)

Ξέρξης,
βουλόμενος στρατεύειν ἐπὶ τοὺς Ἕλληνας,
(che modo riconosci? con chi concorda?)
ἐγεφύρωσε
καὶ τὸν Ἑλλήσποντον ἐζεύγνυσε ἐκ τῆς Ἀσίας εἰς τὴν Εὐρώπην.

Καὶ δὴ χειμὼν μέγας
ἐπιγενόμενος
συνέκοψε τὴν γέφυραν
καὶ διέλυσεν.
(qual è il c. ogg. sottinteso?)

Ὡς δ’ἐπύθετο Ξέρξης,
ὀργισάμενος
ἐκέλευσε
(qual è il sogg.?)
τριηκοσίας πληγὰς μάστιγι ἐφικέσθαι τὸν Ἑλλήσποντον
(controlla nel dizionario la costruzione del verbo)
καὶ ἐνετέλλετο δὲ
τοὺς ῥαπίζοντας λέγειν·
(che tipo di participio riconosci? che funzione ha nella prop.?)

«Ὦ πικρὸν ὕδωρ, δεσπότης σοι ἐπιτιθεῖ δίκην τήνδε,
ὅτι αὐτὸν ἠδίκησας,
(quale tipo di subordinata riconosci?)
εἰ καὶ ἔπαθες οὐδὲν ἄδικον πρὸς ἐκείνου.
(controlla il significato della congiunzione subordinante εἰ καί)

Καὶ Ξέρξης ὁ βασιλεὺς διαβήσεταί σε,
(attenzione al tempo!)
ἤν τε σύ γε βούλῃ,
ἤν τε μή·
(ἤν qui equivale ad ἐάν)

σοὶ δὲ οὐδεὶς ἀνθρώπων θύει
ὡς ποταμῷ ὄντι καὶ θολερῷ καὶ ἁλμυρῷ».
(quali sono i valori del participio quando è accompagnato da questa particella?)

Ἐνετέλλετο δὴ
τούταις ζημίαις ζημιοῦν τὴν θάλασσαν
καὶ ἀποταμεῖν τὰς κεφαλὰς
τῶν κατασκευασάντων τὴν ζεῦξιν τοῦ Ἑλλησπόντου.
(che tipo di participio riconosci?)

Esercitati a coniugare i diversi tipi di aoristo dei verbi.
Con quale parola greca può essere definito l’atteggiamento di Serse? Approfondiscine il significato nella cultura greca.


(da Erodoto) Serse fa frustare il mare (struttura)

Ξέρξης,
βουλόμενος στρατεύειν ἐπὶ τοὺς Ἕλληνας,
ἐγεφύρωσε
καὶ τὸν Ἑλλήσποντον ἐζεύγνυσε ἐκ τῆς Ἀσίας εἰς τὴν Εὐρώπην.

Καὶ δὴ χειμὼν μέγας
ἐπιγενόμενος
συνέκοψε τὴν γέφυραν
καὶ διέλυσεν.

Ὡς δ’ἐπύθετο Ξέρξης,
ὀργισάμενος
ἐκέλευσε
τριηκοσίας πληγὰς μάστιγι ἐφικέσθαι τὸν Ἑλλήσποντον
καὶ ἐνετέλλετο δὲ
τοὺς ῥαπίζοντας λέγειν·

«Ὦ πικρὸν ὕδωρ, δεσπότης σοι ἐπιτιθεῖ δίκην τήνδε,
ὅτι αὐτὸν ἠδίκησας,
εἰ καὶ ἔπαθες οὐδὲν ἄδικον πρὸς ἐκείνου.

Καὶ Ξέρξης ὁ βασιλεὺς διαβήσεταί σε,
ἤν τε σύ γε βούλῃ,
ἤν τε μή·

σοὶ δὲ οὐδεὶς ἀνθρώπων θύει
ὡς ποταμῷ ὄντι καὶ θολερῷ καὶ ἁλμυρῷ».

Ἐνετέλλετο δὴ
τούταις ζημίαις ζημιοῦν τὴν θάλασσαν
καὶ ἀποταμεῖν τὰς κεφαλὰς
τῶν κατασκευασάντων τὴν ζεῦξιν τοῦ Ἑλλησπόντου.



(da Erodoto) Serse fa frustare il mare

Βουλόμενος Ξέρξης στρατεύειν ἐπὶ τοὺς Ἕλληνας, ἐγεφύρωσε καὶ τὸν Ἑλλήσποντον ἐζεύγνυσε ἐκ τῆς Ἀσίας εἰς τὴν Εὐρώπην. Καὶ δὴ ἐπιγενόμενος χειμὼν μέγας συνέκοψε τὴν γέφυραν καὶ διέλυσεν. Ὡς δ’ἐπύθετο Ξέρξης, ὀργισάμενος ἐκέλευσε τριηκοσίας πληγὰς μάστιγι ἐφικέσθαι τὸν Ἑλλήσποντον καὶ ἐνετέλλετο δὲ τοὺς ῥαπίζοντας λέγειν· «Ὦ πικρὸν ὕδωρ, δεσπότης σοι ἐπιτιθεῖ δίκην τήνδε, ὅτι αὐτὸν ἠδίκησας, εἰ καὶ ἔπαθες οὐδὲν ἄδικον πρὸς ἐκείνου. Καὶ Ξέρξης ὁ βασιλεὺς διαβήσεταί σε, ἤν τε σύ γε βούλῃ, ἤν τε μή· σοὶ δὲ οὐδεὶς ἀνθρώπων θύει ὡς ποταμῷ ὄντι καὶ θολερῷ καὶ ἁλμυρῷ». Ἐνετέλλετο δὴ τούταις ζημίαις ζημιοῦν τὴν θάλασσαν καὶ ἀποταμεῖν τὰς κεφαλὰς τῶν κατασκευασάντων τὴν ζεῦξιν τοῦ Ἑλλησπόντου.