mercoledì 22 giugno 2016

(da Erodoto) Serse fa frustare il mare

Βουλόμενος Ξέρξης στρατεύειν ἐπὶ τοὺς Ἕλληνας, ἐγεφύρωσε καὶ τὸν Ἑλλήσποντον ἐζεύγνυσε ἐκ τῆς Ἀσίας εἰς τὴν Εὐρώπην. Καὶ δὴ ἐπιγενόμενος χειμὼν μέγας συνέκοψε τὴν γέφυραν καὶ διέλυσεν. Ὡς δ’ἐπύθετο Ξέρξης, ὀργισάμενος ἐκέλευσε τριηκοσίας πληγὰς μάστιγι ἐφικέσθαι τὸν Ἑλλήσποντον καὶ ἐνετέλλετο δὲ τοὺς ῥαπίζοντας λέγειν· «Ὦ πικρὸν ὕδωρ, δεσπότης σοι ἐπιτιθεῖ δίκην τήνδε, ὅτι αὐτὸν ἠδίκησας, εἰ καὶ ἔπαθες οὐδὲν ἄδικον πρὸς ἐκείνου. Καὶ Ξέρξης ὁ βασιλεὺς διαβήσεταί σε, ἤν τε σύ γε βούλῃ, ἤν τε μή· σοὶ δὲ οὐδεὶς ἀνθρώπων θύει ὡς ποταμῷ ὄντι καὶ θολερῷ καὶ ἁλμυρῷ». Ἐνετέλλετο δὴ τούταις ζημίαις ζημιοῦν τὴν θάλασσαν καὶ ἀποταμεῖν τὰς κεφαλὰς τῶν κατασκευασάντων τὴν ζεῦξιν τοῦ Ἑλλησπόντου.

Nessun commento:

Posta un commento