mercoledì 22 giugno 2016

Il tragediografo Sofocle

Ἐγένετο οὖν Σοφοκλῆς τὸ γένος Ἀθηναῖος καὶ τῷ βίῳ καὶ τῇ ποιήσει περιφανής, καλῶς τ’ἐπαιδεύθη καὶ ἐτράφη ἐν εὐπορίᾳ. Διεπονήθη δὲ σὺν παισὶ καὶ περὶ παλαίστραν καὶ μουσικήν, ἐξ ὧν ἀμφοτέρων ἐστεφανώθη. Ἐδιδάχθη δὲ τὴν μουσικὴν παρὰ Λάμπρῳ, καὶ μετὰ τὴν ἐν Σαλαμῖνι ναυμαχίαν, Ἀθηναίων περὶ τρόπαιον ὄντων, μετὰ λύρας γυμνὸς τῶν ἐπινικίων ἐξῆρχε. Παρ’Αἰσχύλῳ δὲ τὴν τραγῳδίαν ἔμαθε. Καὶ πολλὰ ἐκαινούργησεν ἐν τοῖς ἀγῶσι, πρῶτον μὲν καταλύσας τὴν ὑπόκρισιν τοῦ ποιητοῦ διὰ τὴν ἰδίαν μικροφωνίαν (πάλαι γὰρ καὶ ὁ ποιητὴς ὑπεκρίνετο αὐτὸς), τοὺς δὲ χορευτὰς ποιήσας πεντεκαίδεκα ἀντὶ δώδεκα. Καὶ τὸν τρίτον ὑποκριτὴν ἐξεῦρε.

Nessun commento:

Posta un commento