venerdì 15 luglio 2016

Educazione dei giovani a Sparta [da Plutarco] (struttura)

Ἀπὸ τῆς παιδικῆς ἡλικίας οἱ Σπαρτιατῶν παῖδες οὕτω σκληρῶς ἐπαιδεύοντο,
ὥστε ἰσχυρότατοι ἐγίγνοντο.

Γράμματα μὲν οὖν τῆς χρείας ἕνεκα ἐμάνθανον·

ἡ δ’ἄλλη πᾶσα παιδεία ἐγίγνετο
πρὸς τὸ ἄρχεσθαι
καὶ καρτερεῖν πρὸς τοὺς πόνους
καὶ νικᾶν ἐν ταῖς μάχαις.

Καθ’ἡμέραν ἐν ὑπαίθρῳ γυμναζόμενοι
τῷ μὲν σώματι ἐρρωμένοι ἐγίγνοντο
οἷοί τε ἦσαν
θάλπος καὶ ψῦχος καὶ πληγὰς ἄνευ στεναγμῶν φέρειν.

Εἰθίζοντο δὲ
καὶ εἰς τὸ κλέπτειν
ὥστε ἐν τῷ πολέμῳ τοὺς πολεμίους βλάπτειν.

Γενόμενοι δὲ δωδεκαετεῖς,
ἄνευ χιτῶνος ἤδη διετέλουν,
ἓν ἱμάτιον εἰς τὸν ἐνιαυτὸν λαμβάνοντες·

αὐχμηροὶ οὖν τοῖς σώμασιν ἦσαν,
ὡς καὶ λουτρῶν καὶ ἀλειμμάτων ἄπειροι ἦσαν.

Ἐκάθευδον δ’ὁμοῦ κατ’ἴλην καὶ κατ’ἀγέλην ἐπὶ στιβάδων
ἃς αὐτοὶ συνεφόρουν.


Nessun commento:

Posta un commento