venerdì 15 luglio 2016

Il tiranno Ipparco [da Platone]

Ἵππαρχος, ὃς τῶν Πεισιστράτου παίδων ἦν πρεσβύτατος καὶ σοφώτατος, πολλὰ καὶ καλὰ ἔργα σοφίας ἀπεδείκνυτο. Οὗτος τὰ Ὁμήρου ἔπη πρῶτος ἐκόμισεν εἰς Ἀθήνας καὶ ἠνάγκαζε τοὺς ῥαψῳδοὺς ἐν τοῖς Παναθηναίοις αὐτὰ ᾄδειν. Καὶ ἐπ’Ἀνακρέοντα δὲ τὸν Τήϊον πεντηκόντορον ναῦν πέμπων παρεκάλει αὐτὸν ἵνα πορεύῃ εἰς ἑαυτόν. Σιμωνίδην δὲ τὸν Κεῖον περὶ πολλοῦ ποιούμενος, ἀεὶ περὶ ἑαυτὸν εἶχε, μεγάλοις δώροις καὶ μισθοῖς αὐτὸν πείθων. Ταῦτα δ’ἐποίει Ἵππαρχος βουλόμενος παιδεύειν τοὺς πολίτας, καὶ οὐδενὶ ἐφθόνει τῆς σοφίας, ἅτε ὢν καλὸς καὶ ἀγαθός. Ἐπειδὴ δὲ οἱ Ἀθηναῖοι ἐθαύμαζον αὐτὸν ἐπὶ σοφίᾳ, ἐπιβουλεύων καὶ τοὺς ἐν τοῖς ἀγροῖς παιδεύειν, ἵστη Ἑρμᾶς κατὰ τὰς ὁδούς, ἐφ’αἷς ἐγράφετο εἰς ἐλεγεῖον ποιήματα καὶ ἐπιδείγματα τῆς αὑτοῦ σοφίας.

Nessun commento:

Posta un commento