venerdì 15 luglio 2016

L’arrivo di Enea nel Lazio [da Dionigi di Alicarnasso]

Ὁ Αἰνείας ἐν τῷ Τροϊκῷ ἤκμαζε πολέμῳ. Μετὰ τὴν ἅλωσιν τῆς Τροίας ἔφευγε πρὸς τὴν ζήτησιν νέας πατρίδος. Καὶ μετὰ μακρὰν καὶ βαρεῖαν πλάνην καταπλεῖ ἐς τῆς Ἰταλίας αἰγιαλόν, Λαύρεντον ἐπικαλούμενον· ἔνθα οἱ Τρῶες καὶ στρατοπεδεύουσι καὶ τὴν ἀκτὴν Τροίαν καλοῦσιν. Ἦν πρότερον μὲν βασιλεὺς Ἀβοριγίνων τῶν Ἰταλῶν Φαῦνος ὁ τοῦ Ἄρεως, τότε δὲ Λατῖνος· ὁ Λατῖνος μὲν παρεῖχε Αἰνείᾳ τὴν θυγατέρα Λαουϊνίαν καὶ γῆν. Ὁ δὲ πόλιν ἔκτιζε καὶ ἀπὸ τῆς γυναικὸς Λαουΐνιον ἐπωνόμαζε. Μετὰ χρόνον, ὅτε ὁ Λατῖνος τελευτᾷ, ἐξεδέχετο τὴν ἀρχὴν ὀ Αἰνείας καὶ ἀπὸ τοῦ κηδεστοῦ Λατίνου τοὺς Ἀβοριγῖνας Λατίνους ἐπωνόμαζε.

Nessun commento:

Posta un commento