venerdì 4 novembre 2016

Damone e Finzia (da Diodoro Siculo)

Διονυσίου τυραννεύοντος, Φιντίας τις ἐπιβεβουλευκὼς τῷ τυράννῳ, μέλλων τούτων δίκην δώσειν, ᾐτήσατο παρὰ τοῦ Διονυσίου χρόνον, ὥστε διοικεῖν πρότερον περὶ τῶν ἰδίων ἃ βούλεται· δώσειν δὲ ἔφη ἕνα τῶν φίλων αὑτοῦ ἐγγυητήν. Τοῦ δὲ τυράννου θαυμάζοντος εἰ τοιοῦτός τις φίλος ἐστί, ὃς ἑαυτὸν εἰς τὴν εἱρκτὴν ἀντὶ ἐκείνου παραδώσει, ἔδειξεν ὁ Φιντίας τινὰ τῶν γνωρίμων, ὀνόματι Δάμωνα, ἑτοῖμον ὄντα ἐγγυητὴν γενήσεσθαι. Πρὸς δὲ τὴν τεταγμένην ὥραν ἅπας ὁ δῆμος συνέδραμε, θαυμάζων εἰ φυλάξας ἐκεῖνος τὴν πίστιν παρέσται ἐπὶ θανάτῳ. Καὶ ἔμελλεν ἤδη ὁ Δάμων, οὐ φανέντος τοῦ Φιντίου, θανατωθήσεσθαι, δρομαῖος δὲ ἐκεῖνος ἀνελπίστως ἐπ’αὐτῆς τῆς ἐσχάτης τοῦ χρόνου ῥοπῆς ἦλθε καὶ ἐβόα ὡς δεῖ αὐτὸν μὲν θνῄσκειν, ἐκεῖνον δὲ μή. Θαυμάσας οὖν ἀμφοτέρων τὴν φιλίαν, ἀπέλυσεν ὁ Διονύσιος τὸν κατακριθέντα, καὶ παρεκάλεσε τοὺς ἄνδρας τρίτον ἑαυτὸν εἰς τὴν φιλίαν προσλαβέσθαι.

Nessun commento:

Posta un commento