venerdì 4 novembre 2016

Pausania traditore della patria (da Licurgo) [struttura]

οἱ Λακεδαιμόνιοι
Παυσανίαν προδιδόντα τῷ Πέρσῃ τὴν Ἑλλάδα
λαβόντες,
ἐπειδὴ ἔφθασε
καταφυγὼν εἰς τὸ τῆς Χαλκιοίκου ἱερόν,
τὴν θύραν ἀποικοδομήσαντες
καὶ τὴν ὀροφὴν ἀποσκευάσαντες
καὶ κύκλῳ περιστρατοπεδεύσαντες,
οὐ πρότερον ἀπῆλθον
πρὶν ἢ τῷ λιμῷ ἀπέκτειναν,
καὶ πᾶσιν ἐπίσημον ἐποίησαν τὴν τιμωρίαν
ὅτι οὐδ᾽αἱ παρὰ τῶν θεῶν ἐπικουρίαι τοῖς προδόταις βοηθοῦσιν,
εἰκότως·

οἱ γὰρ ἀποστεροῦντες τῶν πατρῴων νομίμων τοὺς πολίτας
μάλιστα περὶ τοὺς θεοὺς ἀσεβοῦσιν.

Τοῦτο γὰρ
τῶν εἰρημένων
μέγιστον τεκμήριόν ἐστιν·

νόμον γὰρ ἔθεντο
περὶ ἁπάντων τῶν μὴ θελόντων
ὑπὲρ τῆς πατρίδος κινδυνεύειν,
διαρρήδην λέγοντα
ἀποθνῄσκειν.



Nessun commento:

Posta un commento