venerdì 4 novembre 2016

Il sogno di Calpurnia (da Plutarco)

Ὁ δὲ Καῖσαρ μετὰ ταῦτα κοιμώμενος, ὥσπερ εἰώθει, παρὰ τῇ γυναικί, πασῶν ἅμα τῶν θυρῶν τοῦ δωματίου καὶ τῶν θυρίδων ἀναπεταννυμένων, διαταραχθεὶς ἅμα τῷ κτύπῳ καὶ τῷ φωτὶ καταλαμπούσης τῆς σελήνης, ᾔσθετο τὴν Καλπουρνίαν βαθέως μὲν καθεύδουσαν, ἀσαφεῖς δὲ φωνὰς καὶ στεναγμοὺς ἀνάρθρους ἀναπέμπουσαν ἐκ τῶν ὕπνων. Ἐδόκει δὲ Καλπουρνία ἄρα κλαίειν τὸν ἄνδρα ἐπὶ ταῖς ἀγκάλαις ἔχουσα κατεσφαγμένον.

Nessun commento:

Posta un commento