venerdì 4 novembre 2016

Socrate e la presunzione di Alcibiade (da Eliano)

Ὁρῶν ὁ Σωκράτης τὸν Ἀλκιβιάδην τετυφωμένον ἐπὶ τῷ πλούτῳ καὶ μέγα φρονοῦντα ἐπὶ τῇ περιουσίᾳ καὶ ἔτι πλέον ἐπὶ τοῖς ἀγροῖς, ἤγαγεν αὐτὸν ἔς τινα τῆς πόλεως τόπον ἔνθα ἀνέκειτο πινάκιον ἔχον γῆς περίοδον, καὶ προσέταξε τῷ Ἀλκιβιάδῃ τὴν Ἀττικὴν ἐνταῦθ᾽ἀναζητεῖν. Ὡς δ᾽εὗρε, προσέταξεν αὐτῷ τοὺς ἀγροὺς τοὺς ἰδίους διαθρῆσαι. Τοῦ δὲ εἰπόντος· «Ἀλλ᾽οὐδαμοῦ γεγραμμένοι εἰσίν», «Ἐπὶ τούτοις οὖν» εἶπε «μέγα φρονεῖς, οἵπερ οὐδὲν μέρος τῆς γῆς εἰσιν».

Nessun commento:

Posta un commento