venerdì 7 luglio 2023

Il carbonaio e il lavandaio [Poros] (da Esopo)

 

Ἀνθρακεὺς ἐπί τινος οἰκιας ἐργαζόμενος, ὡς ἐθέασατο γναφέα αὐτῷ παροικισθέντα, προσελθὼν παρεκάλει αὐτόν, ὅπως αὐτῷ σύνοικος γένηται, διεξιὼν ὡς οἰκειότεροι ἀλλήλοις ἔσονται καὶ λυσιτελέστερον διάξουσι μίαν ἔπαυλιν οἰκοῦντες. Καὶ ὁ γναφεὺς ὑποτυχὼν ἔφη· «Ἀλλ’ἔμοιγε τοῦτο παντελῶς ἀδύνατον· ἃ γὰρ ἐγὼ λευκανῶ, σὺ ἀσβολώσεις». Ὁ λόγος δηλοῖ ὅτι πᾶν τὸ ἀνόμοιον ἀκοινώνητόν ἐστι.

 

Nessun commento:

Posta un commento