venerdì 7 luglio 2023

Il pipistrello, il rovo e il gabbiano (struttura)

 

Νυκτερὶς καὶ βάτος καὶ αἴθυια

ἑταιρείαν ποιησάμεναι,

διέγνωσαν

ἐμπορικὸν βίον ζῆν.

 

Ἡ μὲν οὖν νυκτερὶς

ἀργύριον δανεισαμένη

καθῆκεν εἰς τὸ μέσον,

ἡ δὲ βάτος ἐσθῆτα μεθ’ἑαυτῆς ἔλαβεν,

ἡ δὲ αἴθυια τρίτη χαλκόν·

καὶ ἀπέπλευσαν.

 

Χειμῶνος δὲ σφοδροῦ γενομένου

καὶ τῆς νεὼς περιτραπείσης,

πάντα ἀπολέσασαι

αὐταὶ ἐπὶ τὴν γῆν διεσώθησαν.

 

Ἐξ ἐκείνου τοίνυν ἡ μὲν αἴθυια τοῖς αἰγιαλοῖς ἀεὶ παρεδρεύει,

μή που τὸν χαλκὸν ἐκβάλλῃ ἡ θάλαττα·

 

ἡ δὲ νυκτερὶς

τοὺς δανειστὰς φοβουμένη,

τῆς μὲν ἡμέρας οὐ φαίνεται,

νύκτωρ δ’ἐπὶ νομὴν ἔξεισιν·

 

ἡ δὲ βάτος τῆς τῶν παριόντων ἐσθῆτος ἐπιλαμβάνεται,

εἴ που τὴν οἰκείαν ἐπιγνοίη

ζητοῦσα.

 

Nessun commento:

Posta un commento