venerdì 7 luglio 2023

L’epilogo della saga degli Atridi [Poros] (struttura)

 

Ἀγαμέμνων δὲ

καταντήσας εἰς Μυκήνας μετὰ Κασάνδρας

ἀναιρεῖται ὑπὸ Αἰγίσθου καὶ Κλυταιμνήστρας·

 

δίδωσι γὰρ αὐτῷ χιτῶνα ἄχειρα καὶ ἀτράχηλον,

καὶ

τοῦτον ἐνδυόμενος

φονεύεται,

καὶ βασιλεύει Μυκηνῶν Αἴγισθος·

κτείνουσι δὲ καὶ Κασάνδραν.

 

Ἠλέκτρα δὲ μία τῶν Ἀγαμέμνονος θυγατέρων Ὀρέστην τὸν ἀδελφὸν ἐκκλέπτει

καὶ δίδωσι Στροφίῳ Φωκεῖ

τρέφειν,

ὁ δὲ αὐτὸν ἐκτρέφει μετὰ Πυλάδου παιδὸς ἰδίου.

 

Τελειωθεὶς δὲ

Ὀρέστης εἰς Δελφοὺς παραγίγνεται

καὶ τὸν θεὸν ἐρωτᾷ,

εἰ τοὺς αὐτόχειρας τοῦ πατρὸς μετέλθοι.

 

Τοῦτο δὲ τοῦ θεοῦ ἐπιτρέποντος

ἀπέρχεται εἰς Μυκήνας μετὰ Πυλάδου λαθραίως

καὶ κτείνει τήν τε μητέρα καὶ τὸν Αἴγισθον,

καὶ

μετ’οὐ πολὺ μανίᾳ κατασχεθεὶς

ὑπὸ Ἐρινύων διωκόμενος

εἰς Ἀθήνας παραγίγνεται

καὶ κρίνεται ἐν Ἀρείῳ πάγῳ,

καὶ

κριθεὶς

ἴσων γενομένων τῶν ψήφων

ἀπολύεται.

 

Nessun commento:

Posta un commento