venerdì 7 luglio 2023

Il carbonaio e il lavandaio [Poros] (struttura)

 

Ἀνθρακεὺς

ἐπί τινος οἰκιας ἐργαζόμενος,

ὡς ἐθέασατο γναφέα

αὐτῷ παροικισθέντα,

προσελθὼν

παρεκάλει αὐτόν,

ὅπως αὐτῷ σύνοικος γένηται,

διεξιὼν

ὡς οἰκειότεροι ἀλλήλοις ἔσονται

καὶ λυσιτελέστερον διάξουσι

μίαν ἔπαυλιν οἰκοῦντες.

 

Καὶ ὁ γναφεὺς

ὑποτυχὼν

ἔφη·

 

«Ἀλλ’ἔμοιγε τοῦτο παντελῶς ἀδύνατον·

 

ἃ γὰρ ἐγὼ λευκανῶ,

σὺ ἀσβολώσεις».

 

Ὁ λόγος δηλοῖ

ὅτι πᾶν τὸ ἀνόμοιον ἀκοινώνητόν ἐστι.

 

Nessun commento:

Posta un commento