sabato 23 dicembre 2017

Il curioso destino delle scimmie [AO] (struttura)

Λέγουσι
τοὺς πιθήκους δύο τέκνω τίκτειν
καὶ τὸ μὲν στέργειν
καὶ μετ’ἐπιμελείας τρέφειν,
τὸ δὲ μισεῖν
καὶ ἀμελεῖν.

Συμβαίνει δὲ κατὰ θείαν τύχην
τῷ μὲν τὸν πίθηκον τὰς ἀγκάλας διὰ τὴν φιλίαν σὺν ἐξαισίᾳ βίᾳ περιβάλλειν
καὶ ἀποπνίγειν,
τὸ δὲ ἐκτελειοῦσθαι
διὰ τὸ ὀλιγωρεῖσθαι.

Ὁ λόγος δηλοῖ
ὅτι πᾶσαν πρόνοιαν ἡ τύχη κρατεῖ.


Nessun commento:

Posta un commento