sabato 23 dicembre 2017

La mosca [AO] (struttura)

Ἡ μυῖα οὐ τῷ ὀρρυπυγίῳ ἀμύνεται, ἀλλὰ τῷ στομίῳ.

Γίγνεται δὲ οὐκ εὐθὺς τοιαύτη,
ἀλλὰ πρῶτον σκώληξ ἐστὶν ἐκ θνησιμαίων ἀνθρώπων ἢ ἄλλων ζῴων·

εἶτα φύει τὰ πτερὰ
καὶ ἐξ ἑρπετοῦ ὄρνεον γίγνεται.

Μετὰ τῶν ἀνθρώπων βιοῖ
καὶ γεύεται τοῦ ἀνθρωπίνου σίτου.

Χαίρει δὲ μάλιστα ἡ μυῖα ταῖς ἡλίου αὐγαῖς

καὶ ἡμέρας μὲν πολιτεύεται,
νύκτωρ δὲ εἰρήνην ἄγει

καὶ οὔτε πέτεται
οὔτε ᾄδει,
ἀλλ’ὑποπτήσσει
καὶ ἀτρεμίαν ἔχει.


Nessun commento:

Posta un commento