sabato 23 dicembre 2017

Il tesoro della vigna [AO] (struttura)

Γεωργὸς μέλλει
καταλύειν τὸν βίον
καὶ βούλεται
τοὺς υἱοὺς πεῖραν λαμβάνειν τῆς γεωργίας.

Λέγει δ’οὖν τοῖς υἱοῖς
ἐν τῷ ἀμπέλῳ εἶναι θησαυρόν.

Οἱ δὲ μετὰ τὸν τοῦ πατρός θάνατον ὕννας καὶ δικέλλας λαμβάνουσι
καὶ ὅλην τὴν ἡμέραν τὴν γῆν ὀρύσσουσιν.

Καὶ τὸν μὲν θησαυρὸν οὐχ εὑρίσκουσιν,
ἡ δ’ἄμπελος ἐν καιρίᾳ ὥρᾳ πολλαπλασίους καρποὺς παρέχει.

Οὕτως οἱ νεανίαι ὑπολαμβάνουσι
τὸν κάματον θησαυρὸν εἶναι τοῖς ἀνθρώποις.



Nessun commento:

Posta un commento