sabato 23 dicembre 2017

La mosca [AO]

Ἡ μυῖα οὐ τῷ ὀρρυπυγίῳ ἀμύνεται, ἀλλὰ τῷ στομίῳ. Γίγνεται δὲ οὐκ εὐθὺς τοιαύτη, ἀλλὰ πρῶτον σκώληξ ἐστὶν ἐκ θνησιμαίων ἀνθρώπων ἢ ἄλλων ζῴων· εἶτα φύει τὰ πτερὰ καὶ ἐξ ἑρπετοῦ ὄρνεον γίγνεται. Μετὰ τῶν ἀνθρώπων βιοῖ καὶ γεύεται τοῦ ἀνθρωπίνου σίτου. Χαίρει δὲ μάλιστα ἡ μυῖα ταῖς ἡλίου αὐγαῖς καὶ ἡμέρας μὲν πολιτεύεται, νύκτωρ δὲ εἰρήνην ἄγει καὶ οὔτε πέτεται οὔτε ᾄδει, ἀλλ’ὑποπτήσσει καὶ ἀτρεμίαν ἔχει.


Nessun commento:

Posta un commento