sabato 23 dicembre 2017

La cerva e la leonessa [AO] (struttura)

Ἔλαφος κυνηγοὺς φεύγει
καὶ εἰς σπήλαιον λεαίνης εἰσέρχεται,
ἀλλὰ ὑπὸ τῆς λεαίνης συλλαμβάνεται.

Κατεσθιομένη δὲ
ὀδύρεται
καὶ λέγει·

«Δειλαία εἰμὶ
ὅτι ἀνθρώπους φεύγω
καὶ εἰς θηρίον εἰσπίπτω».

Οὕτως οἱ ἄνθρωποι διὰ φόβον ἐλάττονος εἰς κίνδυνον μείζονα εἰσπίπτουσιν.


Nessun commento:

Posta un commento