mercoledì 19 ottobre 2016

Dario giura vendetta contro gli Ateniesi (da Erodoto)

Βασιλέι δὲ Δαρείῳ ἐξηγγέλθη τὴν πόλιν Σάρδιν ἁλούσαν ἐμπεπρῆσθαι ὑπό τε Ἀθηναίων καὶ Ἰώνων. Λέγουσι δὲ αὐτόν, ὡς ἐπύθετο ταῦτα, τῶν μὲν Ἰώνων οὐδένα λόγον ποιήσασθαι, εὖ εἰδότα ὡς τούτους γε ῥᾳδίως τιμωρήσεται, περὶ δὲ τῶν Ἀθηναίων μᾶλλον κινηθέντα, εἰρέσθαι οἵτινες εἶεν. Ἀκούσας δὲ ὅτι ἐκ τῆς Ἑλλάδος ἥκουσι συμμαχήσοντες τοῖς Ἴωσι, δεινῶς ὠργίσθη. Εὐθὺς οὖν ᾔτησε τὸ τόξον, λαβὼν δὲ αὐτὸ καὶ ἐπιθεὶς ὀιστὸν, ἄνω πρὸς τὸν οὐρανὸν ἀφῆκε, καὶ τοῦτο ἐς τὸν ἠέρα βάλλων εἶπεν, ὥς φασιν, «ὦ Ζεῦ, γένοιτό μοι τείσασθαι τοὺς Ἀθηναίους». Λέγουσι δὲ ὡς προσέταξε μετὰ ταῦτα ἑνὶ τῶν θεραπόντων, ὅτε προὔκειτο αὐτῷ δεῖπνον, τρὶς ἑκάστοτε εἰπεῖν· «Δέσποτα, μέμνησο τῶν Ἀθηναίων». Καὶ ἔπεμψε μὲν Ἱστιαῖον τὸν Μιλήσιον ἐς Ἰωνίαν κατὰ τάχος ὅπως τὸν ταῦτα μηχανησάμενον Ἀρισταγόραν κολάσειεν, ἐπὶ δὲ τοὺς Ἀθηναίους ἐκέλευσε τὸν Μαρδόνιον πλεῖν μεγάλῳ στόλῳ.


Nessun commento:

Posta un commento