giovedì 13 ottobre 2016

Un re generoso (da Plutarco) [struttura]

Ἀργείων δὲ πάλιν μετὰ τὴν μάχην ἐκ παρατάξεως πανδημεὶ κρατηθέντων,
τὸν Πολύδωρον οἱ σύμμαχοι παρεκελεύοντο
μὴ παρεῖναι τὸν καιρόν,
ἀλλ᾽
ἐπελθόντα τῷ τείχει τῶν πολεμίων
τὴν πόλιν ἑλεῖν·

ἔλεγον γὰρ
ῥᾷστον ἔσεσθαι,
τῶν μὲν ἀνδρῶν ἀπολωλότων,
τῶν δὲ γυναικῶν ἀπολελειμμένων.

Ὁ δὲ Πολύδωρος εἴπε οὖν πρὸς αὐτούς·

«Τὸ μὲν νικᾶν τοὺς ἐναντιουμένους ἐστί μοι καλόν
ἐὰν ἐκ τοῦ ἴσου μαχώμεθα,
οὐ νομίζω δὲ
δίκαιον εἶναι
τὸ τὴν πόλιν ἐπιθυμεῖν λαβεῖν
ἐὰν ὑπὲρ τῶν ὅρων τῆς χώρας μεμαχημένοι ὦμεν·

οἱ δὲ Ἀργεῖοι ἦλθον γὰρ
χώραν ἀπολαβεῖν,
οὐ καταλαβέσθαι πόλιν».



Nessun commento:

Posta un commento