giovedì 6 ottobre 2016

“Greco” sinonimo di cultura (da Isocrate) [struttura]

μολογεῖται μὲν γὰρ
τὴν πόλιν ἡμῶν ἀρχαιοτάτην εἶναι καὶ μεγίστην καὶ παρὰ πᾶσιν ἀνθρώποις ὀνομαστοτάτην·

ταύτην δὴ οἰκοῦμεν
οὐχ ἐκβαλόντες ἑτέρους
οὐδ᾽ἐκ πολλῶν ἐθνῶν μιγάδες συλλεγέντες,
ἀλλ᾽ἅπαντα τὸν χρόνον διατελοῦμεν
ταύτην ἔχοντες
ἐξ ἧς ἔφυμεν,
αὐτόχθονες ὄντες.

Μόνοις γὰρ ἡμῖν τῶν Ἑλλήνων
τὴν αὐτὴν πόλιν τροφὸν καὶ πατρίδα καὶ μητέρα καλέσαι
προσήκει.

Καίτοι χρὴ
τοὺς εὐλόγως μέγα φρονοῦντας
καὶ περὶ τῆς ἡγεμονίας δικαίως ἀμφισβητοῦντας
καὶ τῶν πατρίων πολλάκις μεμνημένους
τοιαύτην τὴν ἀρχὴν τοῦ γένους ἔχοντας φαίνεσθαι.

[…]

Ἡ πόλις ἡμῶν τοσοῦτον δ᾽ἀπολέλοιπεν τοὺς ἄλλους ἀνθρώπους
περὶ τὸ φρονεῖν καὶ λέγειν,
ὥσθ᾽οἱ ταύτης μαθηταὶ τῶν ἄλλων διδάσκαλοι γεγόνασι,
καὶ πεποίηκε
τὸ τῶν Ἑλλήνων ὄνομα δοκεῖν εἶναι μηκέτι ὄνομα τοῦ γένους ἀλλὰ τῆς διανοίας,
καὶ Ἕλληνας καλεῖσθαι τοὺς τῆς παιδεύσεως τῆς ἡμετέρας μετέχοντας.


Nessun commento:

Posta un commento