giovedì 13 ottobre 2016

Orfeo ed Euridice (da Apollodoro) [struttura]

Ἐκ Καλλιόπης μὲν οὖν καὶ Οἰάγρου, κατ᾽ἐπίκλησιν δὲ Ἀπόλλωνος, ἐγεννήθη Λίνος,
ὃν Ἡρακλῆς ἀπέκτεινε,
καὶ Ὀρφεὺς ὁ ἀσκήσας κιθαρῳδίαν,
ὃς ᾄδων ἐκίνει λίθους τε καὶ δένδρα.

Ἀποθανούσης δὲ Εὐρυδίκης τῆς γυναικὸς αὐτοῦ,
δηχθείσης ὑπὸ ὄφεως,
κατῆλθεν εἰς Ἅιδου
θέλων
ἀνάγειν αὐτήν,
καὶ Πλούτωνα ἔπεισεν ἀναπέμψαι.

Ὁ δὲ ὑπέσχετο
τοῦτο ποιήσειν,
ἂν πορευόμενος Ὀρφεὺς μὴ ἐπιστραφῇ
πρὶν εἰς τὴν οἰκίαν αὑτοῦ παραγενέσθαι·

ὁ δὲ
ἀπιστῶν
ἐπιστραφεὶς
ἐθεάσατο τὴν γυναῖκα,
ἡ δὲ πάλιν ὑπέστρεψεν.

Εὗρε δὲ Ὀρφεὺς καὶ τὰ Διονύσου μυστήρια,
καὶ τέθαπται περὶ τὴν Πιερίαν
διασπασθεὶς ὑπὸ τῶν μαινάδων.


Nessun commento:

Posta un commento