sabato 14 gennaio 2017

Alessandro all’assalto di una città (da Arriano)

Ἀλέξανδρος τῇ πόλει προσβάλλων, τοὺς μὲν πρὸ τῆς πόλεως μαχομένους ἐξ ἐφόδου ἐτρέπετο καὶ κατέκλειεν ἐς τὴν πόλιν· αὐτὸς δὲ τιτρώσκεται βέλει διὰ τοῦ θώρακος ἐς τὸν ὦμον· τὸ δὲ τραῦμα οὐ χαλεπὸν αὐτῷ ἐγίγνετο ἐπεὶ ὁ θώραξ κατέχει τὸ βέλος. Τότε μὲν δὴ ἵνα ἐπιμαχώτατον τὸ τεῖχος ἐφαίνετο ἐστρατοπεδεύετο πρὸς τῇ πόλει. Διπλοῦν γὰρ τεῖχος περιεῖχε τὴν πόλιν. Τῇ δὲ ὑστεραίᾳ ὑπὸ τὴν ἕω εἰς μὲν τὸ πρῶτον τεῖχος, ἅτε οὐ μάλα ὀχυρὸν ὄν, οὐ χαλεπῶς ἐβιάζοντο οἱ Μακεδόνες· πρὸς δὲ τῷ δευτέρῳ ὀλίγον χρόνον ἀντεῖχον οἱ βάρβαροι· ὡς γὰρ αἰ κλίμακες προσήγοντο ἤδη καὶ ὑπὸ τῶν βελῶν πάντοθεν ἐτιτρώσκοντο οἱ προμαχόμενοι, οὗτοι οὐκ ἔμενον, ἀλλὰ κατὰ τὰς πύλας ἐπὶ τὰ ὄρη ἐκπίπτουσιν ἐκ τῆς πόλεως. Καὶ τούτων οἱ μὲν ἐν τῇ φυγῇ ἀποθνήσκουσιν, ὅσους δὲ ζῶντας ἐλάμβανον, ξύμπαντας ἀποκτείνουσιν οἱ Μακεδόνες, ὅτι Ἀλέξανδρος ἐτρώθη ὑπ᾽ αὐτῶν.


Nessun commento:

Posta un commento