martedì 17 gennaio 2017

Le leggi: il baluardo della democrazia (da Eschine) [struttura]

Ὁμολογεῖται, ὦ ἄνδρες Ἀθηναῖοι,
τρεῖς εἶναι πολιτείας παρὰ τοῖς ἀνθρώποις,
τυραννίδα καὶ ὀλιγαρχίαν καὶ δημοκρατίαν·

διοικοῦνται δ᾽αἱ μὲν τυραννίδες καὶ ὀλιγαρχίαι κατὰ τὰ βουλεύματα
τῶν κρατούντων,
αἱ δὲ πόλεις αἱ δημοκρατούμεναι κατὰ τοὺς νόμους.

Εὖ δὲ γιγνώσκετε, ὦ ἄνδρες Ἀθηναῖοι,
ὅτι τὰ μὲν τῶν δημοκρατουμένων σώματα καὶ τὴν πολιτείαν οἱ νόμοι σῴζουσιν,
τὰ δὲ τῶν τυράννων καὶ ὀλιγαρχικῶν σώματα ἡ ἀπιστία καὶ τὰ ὅπλα.

Χρὴ γὰρ
τοὺς μὲν τυράννους καὶ ὀλιγαρχικοὺς φυλάσσεσθαι
τοὺς ἐν χειρῶν νόμῳ τὰς πολιτείας καταλύοντας,
ὑμᾶς δὲ,
ἔχοντας τὴν ἴσην καὶ ἔννομον πολιτείαν,
φυλάσσεσθαι
τοὺς παρὰ τοὺς νόμους λέγοντας καὶ πράσσοντας.


Nessun commento:

Posta un commento