martedì 17 gennaio 2017

Sparta: la caccia agli iloti (da Plutarco)

δὲ καλουμένη κρυπτεία, ἓν τῶν πολιτευμάτων τοῦ Λυκούργου, τοιαύτη ἦν. Οἱ ἄρχοντες διὰ χρόνου τινὸς τῶν νέων τοὺς συνετωτάτους εἰς τὴν χώραν ἄλλοτ’ἄλλως ἐξέπεμπον, ἔχοντας ἐγχειρίδια καὶ τροφὴν ἀναγκαίαν, ἄλλο δ’οὐδέν· οἱ δὲ μεθ᾽ἡμέραν μὲν εἰς ἀσυνδήλους διασπειρόμενοι τόπους, ἀπέκρυπτον ἑαυτοὺς καὶ ἀνεπαύοντο, νύκτωρ δὲ κατερχόμενοι εἰς τὰς ὁδοὺς τῶν εἱλώτων τὸν ἁλισκόμενον ἀπέσφαττον. Πολλάκις δὲ καὶ τοῖς ἀγροῖς ἐπιπορευόμενοι, τοὺς ῥωμαλεωτάτους καὶ κρατίστους αὐτῶν ἀνῄρουν. Οὕτως οἱ λέγοντες ἐν Λακεδαίμονι καὶ τὸν ἐλεύθερον μάλιστα ἐλεύθερον εἶναι, καὶ τὸν δοῦλον μάλιστα δοῦλον, οὐ φαύλως θεωροῦσι τὴν διαφοράν.


Nessun commento:

Posta un commento