martedì 17 gennaio 2017

Ostracismo e democrazia (da Diodoro Siculo) [struttura]

Παλαιός τις λόγος ἐστὶ
ὅτι οὐκ τὰς δημοκρατίας οἱ τυχόντες τῶν ἀνθρώπων,
ἀλλ᾽οἱ ταῖς ὑπεροχαῖς προέχοντες καταλύουσι.

Διὸ καὶ τῶν πόλεων ἔνιαι,
ὑποπτεύουσαι
τοὺς μάλιστα ἰσχύοντας τῶν πολιτῶν,
καθαιροῦσιν τὸ αὐτῶν ἀξίωμα.

Ἔμφυτον γάρ ἐστι
τοῖς μειζόνων ὀρεγομένοις
τὸ πλεονεκτεῖν καὶ ἔχειν τὰς ἐπιθυμίας ἀτερματίστους.

Τοιγαροῦν Ἀθηναῖοι μὲν διὰ τοῦτο
τοὺς πρωτεύοντας τῶν πολιτῶν
ἐφυγάδευον,
ἐπάγοντες αὐτοῖς
τὸν ὀνομαζόμενον ὀστρακισμὸν.

Ὁ δὲ νόμος ἦν τοιοῦτος·

ἕκαστος τῶν πολιτῶν εἰς ὄστρακον ἔγραφε τοὔνομα
τοῦ δοκοῦντος
μάλιστα δύνασθαι
καταλύειν τὴν δημοκρατίαν,
καὶ
ὃς δ’ἂν ὄστρακα πλείω ἔχῃ,
τοῦτον
ἔτασσον
φεύγειν ἐκ τῆς πατρίδος δεκαετῆ χρόνον.

Τοῦτο ἔπρασσον οἱ Ἀθηναῖοι,
οὐχ ἵνα τὴν κακίαν κολάζωσιν,
ἀλλ’ἵνα τὰ φρονήματα τῶν ὑπερεχόντων ταπεινότερα γίγνηται διὰ τὴν φυγήν.



Nessun commento:

Posta un commento