sabato 14 gennaio 2017

Morigeratezza dei giovani ateniesi del buon tempo antico (da Isocrate) [struttura]

Οὐκ ἐν τοῖς σκιραφείοις οἱ νεώτεροι διέτριβον,
οὐδ᾽ἐν ταῖς αὐλητρίσιν,
οὐδ᾽ἐν τοῖς τοιούτοις συλλόγοις
ἐν οἷς νῦν διημερεύουσιν,
ἀλλ᾽ἐν τοῖς ἐπιτηδεύμασιν ἔμενον
ἐν οἷς ἐπαιδεύοντο,
θαυμάζοντες καὶ ζηλοῦντες
τοὺς ἐν τούτοις πρωτεύοντας.

Οὕτω δ᾽ἔφευγον τὴν ἀγορὰν
ὥστε,
ὅτε ἀναγκάζοιντο
διέρχεσθαι,
ἐφαίνοντο
μετὰ πολλῆς αἰδοῦς καὶ σωφροσύνης τοῦτο ποιοῦντες.

Ἀντιλέγειν δὲ τοῖς πρεσβυτέροις
ἢ λοιδορεῖν
δεινότερον ἐνόμιζον
ἢ νῦν περὶ τοὺς γονέας ἐξαμαρτάνειν.

Ἐν καπηλείῳ δὲ ἐσθίειν ἢ πίνειν
οὐδεὶς νεανιῶν μετρίων ἐπιεικῶς ἐτόλμα.

Σεμνύνεσθαι γὰρ
ἐμελέτων,
ἀλλ᾽οὐ βωμολοχεύεσθαι·

καὶ τοὺς εὐτραπέλους δὲ καὶ τοὺς ἀσελγεῖς,
οὓς νῦν εὐφυεῖς προσαγορεύουσιν,
ἐκεῖνοι δυστυχεῖς ἐνόμιζον.


Nessun commento:

Posta un commento