martedì 17 gennaio 2017

Chi è il cittadino? (da Aristotele) [struttura]

Χρὴ οὖν
σκέπτεσθαι
τίς ὁ πολίτης ἐστί,
ἐπεὶ ὁ πολίτης ἀμφισβητεῖται πολλάκις.

Οὐ γὰρ πάντες ὁμολογοῦσι
τὸν αὐτὸν εἶναι πολίτην·

ὃς γὰρ ἐν δημοκρατίᾳ πολίτης ἐστί,
ἐν ὀλιγαρχίᾳ πολλάκις οὐκ ἔστι πολίτης.

Ὁ δὲ πολίτης
οὐ τῷ οἰκεῖν ἐν τῇ πόλει
πολίτης ἐστίν,
καὶ γὰρ μέτοικοι καὶ δοῦλοι κοινωνοῦσι τῆς οἰκήσεως,
οὐδ᾽
οἱ τῶν δικαίων μετέχοντες οὕτως
ὥστε καὶ δίκην ὑπέχειν καὶ δικάζεσθαι·

καὶ γὰρ παῖδες καὶ γέροντες πως πολῖταί εἰσι,
ἀλλὰ διὰ τὴν ἡλικίαν οὐχ ἁπλῶς δὲ λίαν,
οἱ μὲν
ἀτελεῖς ὄντες,
οἱ δὲ
παρηκμακότες.

Πολίτης δ’ἁπλῶς ἐστι
ὅστις μετέχει κρίσεως καὶ ἀρχῆς.

Ἐκ τούτων δῆλόν ἐστι
τίς οὖν ἐστιν ὁ πολίτης·

ᾧ γὰρ ἐξουσία
κοινωνεῖν τῆς ἀρχῆς βουλευτικῆς ἢ κριτικῆς,
τοῦτον πολίτην
λέγομεν
εἶναι ταύτης τῆς πόλεως.


Nessun commento:

Posta un commento