giovedì 6 luglio 2023

Dopo Egospotami, gli Ateniesi tentano di negoziare la pace con gli Spartani [AO] (struttura)

 

Διὰ ταῦτα τοὺς ἀτίμους ἐπιτίμους ποιήσαντες

ἐκαρτέρουν,

καὶ

ἀποθνῃσκόντων ἐν τῇ πόλει λιμῷ πολλῶν

οὐ διελέγοντο περὶ διαλλαγῆς.

 

Ἐπεὶ δὲ παντελῶς ἤδη ὁ σῖτος ἐπελελοίπει,

ἔπεμψαν πρέσβεις παρ’Ἆγιν,

βουλόμενοι

σύμμαχοι εἶναι Λακεδαιμονίοις

ἔχοντες τὰ τείχη καὶ τὸν Πειραιᾶ,

καὶ ἐπὶ τούτοις συνθήκας ποιεῖσθαι.

 

Ὁ δὲ αὐτοὺς εἰς Λακεδαίμονα ἐκέλευεν ἰέναι·

 

οὐ γὰρ εἶναι κύριος αὐτός.

 

Ἐπεὶ δ’ἀπήγγειλαν οἱ πρέσβεις ταῦτα τοῖς Ἀθηναίοις,

ἔπεμψαν αὐτοὺς εἰς Λακεδαίμονα.

 

Οἱ δ’ἐπεὶ ἦσαν ἐν Σελλασίᾳ

καὶ ἐπύθοντο οἱ ἔφοροι αὐτῶν

ἃ ἔλεγον,

ὄντα

οἷάπερ καὶ πρὸς Ἆγιν,

αὐτόθεν αὐτοὺς

ἐκέλευον

ἀπιέναι,

καὶ

εἴ τι δέονται εἰρήνης,

ἥκειν

κάλλιον βουλευσαμένους.

 

Οἱ δὲ πρέσβεις ἐπεὶ ἧκον οἴκαδε

καὶ ἀπήγγειλαν ταῦτα εἰς τὴν πόλιν,

ἀθυμία ἐνέπεσε πᾶσιν·

 

ᾤοντο γὰρ

ἀνδραποδισθήσεσθαι,

καὶ

ἕως ἂν πέμπωσιν ἑτέρους πρέσβεις,

πολλοὺς τῷ λιμῷ ἀπολεῖσθαι.

 

Nessun commento:

Posta un commento