sabato 8 luglio 2023

L’inverno e la primavera [AO] (struttura)

 

Χειμὼν ἔσκωπτέ ποτε εἰς τὸ ἔαρ

καὶ αὐτὸ ὠνείδιζεν

ὅτι

φαινομένου αὐτοῦ

οὐκέτι ἡσυχία ἐστὶ τοῖς ἀνθρώποις,

ἀλλ’ὁ μὲν ἐπὶ λειμῶνας καὶ ἄλση γίγνεται,

ὁ δὲ ἄνθη καὶ κρίνα συλλέγει,

ὁ δὲ καὶ τὰ ῥόδα τε φιλεῖ

θεᾶσθαι

καὶ παρὰ τὴν κόμην παρατιθέναι,

ὁ δὲ ἐπιβαίνει πλοίου

καὶ πέλαγος διαβαίνει

καὶ παρ’ἄλλους ἀνθρώπους ἔρχεται·

 

«Ἐγώ»

ἔλεγε

«ὁμοῖός εἰμι ἄρχοντι καὶ αὐτοδεσπότῃ,

οὐδὲ

εἰς οὐρανόν, ἀλλὰ κάτω καὶ εἰς τὴν γῆν

ἐπιτάττω

βλέπειν,

καὶ

δείδειν

καὶ τρέμειν

καὶ οἴκοι διημερεύειν

ἀναγκάζω».

 

«Τοιγαροῦν»

ἔλεγε τὸ ἔαρ

«σοῦ μὲν ἂν ἀπαλλάσσοιντο ἄνθρωποι ἀσμένως·

 

ἐμοῦ δὲ αὐτοῖς καλὸν καὶ αὐτὸ εἶναι δοκεῖ τὸ ὄνομα·

 

καὶ γὰρ

ἐμοῦ ἀπόντος

ὑπὸ πόθου λαμβάνονται,

καὶ

φαινομένου

ἀγάλλονται».

 

Nessun commento:

Posta un commento