giovedì 6 luglio 2023

Il giovane Teseo: Teseo diventa re [AO] (struttura)

 

Καὶ διὰ νυκτὸς μετὰ Ἀριάδνης καὶ τῶν παίδων εἰς Νάξον ἀφικνεῖται.

 

Ἔνθα Διόνυσος

ἐρασθεὶς Ἀριάδνης

ἥρπασε,

καὶ

κομίσας εἰς Λῆμνον

ἐμίγη.

 

Καὶ γεννᾷ Θόαντα, Στάφυλον, Οἰνοπίωνα καὶ Πεπάρηθον.

 

Λυπούμενος δὲ Θησεὺς ἐπ’Ἀριάδνῃ

καταπλέων

ἐπελάθετο

πετάσαι τὴν ναῦν λευκοῖς ἱστίοις.

 

Αἰγεὺς δὲ

ἀπὸ τῆς ἀκροπόλεως τὴν ναῦν ἰδὼν

ἔχουσαν μέλαν ἱστίον,

νομίσας

Θησέα ἀπολωλέναι

ῥίψας ἑαυτὸν

μετήλλαξε.

 

Θησεὺς δὲ παρέλαβε τὴν Ἀθηναίων δυναστείαν,

καὶ τοὺς μὲν Πάλλαντος παῖδας πεντήκοντα τὸν ἀριθμὸν ἀπέκτεινεν·

 

ὁμοίως δὲ

καὶ ὅσοι ἤθελον

ἀντᾶραι

παρ’αὐτοῦ ἀπεκτάνθησαν,

καὶ τὴν ἀρχὴν ἅπασαν ἔσχε μόνος.

 

Nessun commento:

Posta un commento