sabato 8 luglio 2023

La compassione di Achille (struttura)

 

Ὅτε ἡ τοῦ Ἀχιλλέως ὀργὴ κατασβέννυται,

οἱ θεοὶ αὐτὸν κελεύουσι

τὸν Πρίαμον δέχεσθαι.

 

Ὁ δὲ τὸν πρεσβύτην δέχεται

καὶ παραμυθεῖται

καὶ λέγει·

 

«Δύο πίθοι εἰσὶν ἐν τῇ τοῦ Διὸς οἰκίᾳ,

ὁ μὲν μεστὸς κακῶν,

ὁ δ’ἀγαθῶν·

 

καὶ τοῖς μὲν τῶν ἀνθρώπων δίδωσι ὁ Ζεὺς μόνον κακά,

τοῖς δὲ κακὰ καὶ ἀγαθά·

ἐλεύθεροι δὲ κακῶν μόνοι οἱ ἀθάνατοι θεοί εἰσιν.

 

Οὕτω καὶ σοὶ πρότερον μὲν οἱ θεοὶ πλοῦτον παρεῖχον καὶ τὴν βασιλείαν καὶ υἱοὺς ἐσθλούς, νῦν δὲ τὰ κακά·

 

τὸν Ἕκτορα γὰρ

ἤθελον

ἀπόλλυσθαι.

 

Νῦν δὲ θεός σε δεῦρο ἦγεν,

νῦν θεὸς ἔλεον σοῦ μοι ἐπιτίθησι,

ὅπως τὸ σῶμα τοῦ υἱοῦ σοι ἀποδιδῶ.

 

Πῶς μὲν γὰρ ἂν θνητὸς τολμῴη

μόνος ἥκειν εἰς τὸ στρατόπεδον;

πῶς δ’ἂν τὴν θύραν ἀνοιγνύοι;».

 

Καὶ κελεύει

τὸ σῶμα τοῦ Ἕκτορος λούεσθαι

καὶ καλῶς ἀμφιέννυσθαι

καὶ τίθεσθαι ἐπὶ τὴν τοῦ Πριάμου ἅμαξαν.

 

Nessun commento:

Posta un commento