sabato 8 luglio 2023

La morte di Ulisse [AO] (struttura)

 

Οἱ μὲν μνήστορες ὑπὸ τῶν προσηκόντων θάπτονται,

ὁ δὲ Ὀδυσσεὺς ἀποπλεῖ ἐξ Ἰθάκης.

 

Ξενιζόμενος δὲ παρὰ Πολυξένῳ

δῶρον λαμβάνει κρατῆρα.

 

Μετὰ δὲ ἄλλους πολλοὺς κινδύνους εἰς Ἰθάκην καταπλεῖ ὁ Ὀδυσσεύς,

ἀλλ’ἔπειτα αὖθις ἐκπλεῖ

καὶ εἰς τοὺς Θεσπρωτοὺς ἀφικνεῖται,

καὶ γαμεῖ Καλλικίδην βασιλίδα τῶν Θεσπρωτῶν.

 

Μετὰ δὲ τὴν Καλλικίδης τελευτὴν τὴν μέν βασιλείαν διαδέχεται Πολυποίτης Ὀδυσσέως υἱός,

αὐτὸς δὲ εἰς Ἰθάκην ἀφικνεῖται.

 

Καὶ ἐνταῦθα Τηλέγονος

ἐπὶ ζήτησιν τοῦ πατρὸς πλέων

εἰς τὴν Ἰθάκην ἀποβαίνει

καὶ τὴν νῆσον τέμνει.

 

Καὶ Ὀδυσσεὺς

ἐκβοηθῶν

ὑπὸ τοῦ παιδὸς ἀναιρεῖται κατ’ἄγνοιαν.

 

Nessun commento:

Posta un commento