giovedì 6 luglio 2023

Il giuramento dei Greci a Platea [AO] (struttura)

 

Οὐ ποιήσομαι περὶ πλειονος τὸ ζῆν τῆς ἐλευθερίας,

οὐδὲ καταλείψω τοὺς ἡγεμόνας

οὔτε ζῶντας

οὔτε ἀποθανόντας,

ἀλλὰ

τοὺς ἐν τῇ μάχῃ τελευτήσαντας

τῶν συμμάχων ἅπαντας θάψω.

 

Καὶ

κρατήσας τῷ πολέμῳ τοὺς βαρβάρους

τῶν μὲν μαχεσαμένων ὑπὲρ τῆς Ἑλλάδος

πόλεων οὐδεμίαν ἀνάστατον ποιήσω,

τὰς δὲ τὰ τοῦ βαρβάρου προελομένας

ἁπάσας δεκατεύσω·

 

καὶ

τῶν ἱερῶν

τῶν ἐμπρησθέντων

καὶ καταβληθέντων ὑπὸ τῶν βαρβάρων

οὐδὲν ἀνοικοδομήσω παντάπασιν,

ἀλλ’

ὑπόμνημα τοῖς ἐπιγιγνομένοις

ἐάσω

καταλείπεσθαι τῆς τῶν βαρβάρων ἀσεβείας.

 

Nessun commento:

Posta un commento