lunedì 25 giugno 2018

Il pavone e la gru [AO] (struttura)


Ταὼς γεράνου κατεγέλα
καὶ ἐκωμῴδει τὴν χροιὰν αὐτοῦ
καὶ ἔλεγεν·

«Ἐγὼ μὲν χρυσοῦν καὶ πορφυροῦν ἔχω τὸ ἱμάτιον,
σὺ δὲ οὐδὲν καλὸν1 φέρεις ἐν πτεροῖς».

Ὁ δέ·
«Ἀλλ’ἐγώ»
ἔλεγε
«ἐγγὺς τῶν ἄστρων φωνῶ,
καὶ εἰς τὸν ὑψηλὸν οὐρανὸν πέτομαι·
σὺ δέ, ὡς ἀλέκτωρ, κάτω μετ’ἀλεκτρυαινῶν βαίνεις».

Ὁ μῦθος δηλοῖ
ὅτι κρεῖττόν2 ἐστι
ἀξιοῦσθαι λόγου ἐν πενιχρῷ ἱματίῳ
ἢ γαυριᾶν ἐπὶ τῷ πλούτῳ
ἀλλ’ἀδόξως ζῆν.
1 οὐδὲν καλὸν: “niente di bello”, c. ogg. di φέρεις         2 κρεῖττoν … ἢ “meglio … che”


Nessun commento:

Posta un commento