lunedì 25 giugno 2018

Le piante alla ricerca di un re [AO]


Ξύλα ποτὲ χειροτονεῖν ἠβούλετο βασιλέα καὶ ἔλεγε τῇ ἐλαίᾳ· «Βασίλευε ἐφ’ἡμῶν». Καὶ ἀπεκρίνετο αὐτοῖς ἡ ἐλαία· «Ἐγὼ δ’οὖν ἀπολείπω τοὺς λιπαροὺς καρποὺς καὶ ἐυδόξους παρὰ θεοῖς καὶ ἀνθρώποις καὶ πορεύωμαι ἐπὶ τὸ ἄρχειν τῶν ξύλων;». Καὶ ἔλεγε τὰ ξύλα τῇ συκῇ· «Βασίλευε ἐφ’ἡμῶν». Καὶ ἀπεκρίνετο αὐτὴ ἡ συκῆ· «Ἀπολείπω δ’οὖν τὸν γλυκὺν1 καὶ ἀγαθὸν καρπὸν καὶ πορεύωμαι ἐπὶ τὸ ἄρχειν τῶν ξύλων;». Καὶ ἔλεγε τὰ ξύλα πρὸς τὴν ῥάμνον· «Δεῦρο, βασίλευε ἐφ’ἡμῶν». Καὶ ἔλεγεν ἡ ῥάμνος πρὸς τὰ ξύλα· «Εἰ ἐν ἀληθείᾳ ὑμεῖς χρίετέ με βασιλέα ἐφ’ὑμῶν, δεῦτε καταφεύγετε ὑπ’ἐμέ· καὶ εἰ μή, ἐξέρχοιτο πῦρ ἐκ τῆς ῥάμνου καὶ κατεσθίοι τὰς κέδρους τοῦ Λιβάνου».
1 γλυκὺν: “dolce”, aggettivo acc. masch. sing.   


Nessun commento:

Posta un commento