lunedì 25 giugno 2018

Le piante alla ricerca di un re [AO] (struttura)


Ξύλα ποτὲ ἠβούλετο
χειροτονεῖν βασιλέα
καὶ ἔλεγε τῇ ἐλαίᾳ·

«Βασίλευε ἐφ’ἡμῶν».

Καὶ ἀπεκρίνετο αὐτοῖς ἡ ἐλαία·

«Ἐγὼ δ’οὖν ἀπολείπω τοὺς λιπαροὺς καρποὺς καὶ ἐυδόξους παρὰ θεοῖς καὶ ἀνθρώποις
καὶ πορεύωμαι
ἐπὶ τὸ ἄρχειν τῶν ξύλων;».

Καὶ ἔλεγε τὰ ξύλα τῇ συκῇ·

«Βασίλευε ἐφ’ἡμῶν».

Καὶ ἀπεκρίνετο αὐτὴ ἡ συκῆ·

«Ἀπολείπω δ’οὖν τὸν γλυκὺν1 καὶ ἀγαθὸν καρπὸν
καὶ πορεύωμαι
ἐπὶ τὸ ἄρχειν τῶν ξύλων;».

Καὶ ἔλεγε τὰ ξύλα πρὸς τὴν ῥάμνον·

«Δεῦρο, βασίλευε ἐφ’ἡμῶν».

Καὶ ἔλεγεν ἡ ῥάμνος πρὸς τὰ ξύλα·

«Εἰ ἐν ἀληθείᾳ ὑμεῖς χρίετέ με βασιλέα ἐφ’ὑμῶν,
δεῦτε καταφεύγετε ὑπ’ἐμέ·

καὶ εἰ μή,
ἐξέρχοιτο πῦρ ἐκ τῆς ῥάμνου
καὶ κατεσθίοι τὰς κέδρους τοῦ Λιβάνου».
1 γλυκὺν: “dolce”, aggettivo acc. masch. sing.   


Nessun commento:

Posta un commento