lunedì 25 giugno 2018

Il pavone e la gru [AO]


Ταὼς γεράνου κατεγέλα καὶ ἐκωμῴδει τὴν χροιὰν αὐτοῦ καὶ ἔλεγεν· «Ἐγὼ μὲν χρυσοῦν καὶ πορφυροῦν ἔχω τὸ ἱμάτιον, σὺ δὲ οὐδὲν καλὸν1 φέρεις ἐν πτεροῖς». Ὁ δέ· «Ἀλλ’ἐγώ» ἔλεγε «ἐγγὺς τῶν ἄστρων φωνῶ, καὶ εἰς τὸν ὑψηλὸν οὐρανὸν πέτομαι· σὺ δέ, ὡς ἀλέκτωρ, κάτω μετ’ἀλεκτρυαινῶν βαίνεις».
Ὁ μῦθος δηλοῖ ὅτι κρεῖττόν2 ἐστι ἀξιοῦσθαι λόγου ἐν πενιχρῷ ἱματίῳ ἢ γαυριᾶν ἐπὶ τῷ πλούτῳ ἀλλ’ἀδόξως ζῆν.
1 οὐδὲν καλὸν: “niente di bello”, c. ogg. di φέρεις         2 κρεῖττoν … ἢ “meglio … che”


Nessun commento:

Posta un commento