lunedì 25 giugno 2018

L’astronomo… con la testa tra le nuvole [AO]


Ἀστρολόγος ἑκάστοτε ἑσπέρας ἐξήρχετο καὶ τὰ ἄστρα ἐπεσκέπτετο. Καὶ δή ποτε τὴν γνώμην ὅλην προσεῖχε τῷ οὐρανῷ καὶ κατέπιπτε εἰς βόθρον. Ὁδοιπόρος δ’οὖν, ἐπεὶ ἤκουε τὸν ἀστρολόγον ὀδύρεσθαι καὶ βοᾶν, προσήρχετο τῷ βόθρῳ· καὶ ἐπεὶ τὸ ἔργον ἐγίγνωσκε πρὸς τὸν ἀστρολόγον ἔλεγεν· «Ὦ μῶρε, τὰ οὐράνια βλέπειν πειρᾷ καὶ τὰ ἐπὶ τῆς γῆς οὐχ ὁρᾷς;».
Ὁ λόγος ἁρμόδιός ἐστι πρὸς τοὺς ἀνθρώπους οἳ1 παραδόξως ἀλαζονεύονται, ἀλλὰ μηδὲ τὰ κοινὰ τοῖς ἀνθρώποις ἐπιτελεῖν δύνανται.
1 οἳ: è un pron. relativo nom. masch. plur. e si riferisce a πρὸς τοὺς ἀνθρώπους


Nessun commento:

Posta un commento