mercoledì 28 dicembre 2016

Agide re di Sparta (da Plutarco)

Ἄγις, ὁ Λακεδαίμονος βασιλεύς, ἔλεγε οὐκ ἐρωτᾶν τοὺς Λακεδαιμονίους· «Πόσοι εἰσὶν οἱ πολέμιοι;», ἀλλὰ «Ποῦ εἰσὶν οἱ πολέμιοι;». Ἐν Μαντινείᾳ κωλυόμενος διαμάχεσθαι τοῖς πολεμίοις πλείουσιν οὖσιν, ἔλεγε· «Ἀνάγκη ἐστὶ τὸν ἄρχειν πολλῶν βουλόμενον πολλοῖς μάχεσθαι». Πρός τινα πονηρὸν ἐρωτῶντα πολλάκις τίς ἄριστος ἦν Σπαρτιατῶν, ἀπεκρίνετο· «Ὁ σοὶ ἀνομοιότατος». Ἑτέρου δὲ πυνθανομένου· «Πόσοι εἰσὶν οἱ Λακεδαιμόνιοι;», «Ὅσοι» ἔλεγε «ἱκανοί εἰσιν ἀπείργειν τοὺς πολεμίους».


Nessun commento:

Posta un commento