mercoledì 28 dicembre 2016

I due nemici (da Esopo)

Δύο τινὲς ἀλλήλοις ἐχθραίνοντες ἐπὶ τῆς αὐτῆς νεὼς ἔπλεον, ὧν ἕτερος μὲν ἐπὶ τῆς πρύμνης, ἕτερος δὲ ἐπὶ τῆς πρώρας ἐκάθητο. Χειμῶνος δὲ ἐπιγιγνομένου καὶ τῆς νεὼς μελλούσης ἤδη καταποντίζεσθαι, ὁ ἐπὶ τῆς πρύμνης τὸν κυβερνήτην ἤρετο πότερον τῶν μερῶν τοῦ πλοίου πρότερον μέλλει καταβαπτίζεσθαι. Τοῦ δὲ λέγοντος τὴν πρώραν, ὁ μὲν ἀπεκρίνετο· «Ἀλλ’ἔμοιγε οὐκ ἔστι λυπηρὸς ὁ θάνατος, ὅτε ὁρᾶν μέλλω πρὸ ἐμοῦ τὸν ἐχθρὸν ἀποθνῄσκοντα». Ὁ μῦθος δηλοῖ ὅτι πολλοὶ τῶν ἀνθρώπων οὐδὲν τῆς ἑαυτῶν βλάβης φροντίζουσιν, ὁρῶντες τοὺς ἐχθροὺς πρὸ αὐτῶν κακουμένους.


Nessun commento:

Posta un commento