A differenza del titolo assegnato alla versione dal libro di testo, i
due protagonisti della favola sono in realtà un usignolo, che è rinchiuso in
una gabbia, e un pipistrello.
Βωταλὶς
ἀπό τινος θυρίδος
κρεμαμένη
νυκτὸς ᾖδε.
Νυκτερὶς δὲ ἐξακούει αὐτῆς τὴν
φωνὴν
καὶ
προσερχομένη
ἐπυνθάνετο ἀπ’αὐτῆς τὴν
αἰτίαν,
δι᾿ἣν ἡμέρας μὲν
ἡσυχάζει,
νύκτωρ δὲ ᾄδει.
Τῆς δὲ λεγούσης
ὡς οὐ μάτην τοῦτο
πράττει·
«Ἡμέρας γάρ ποτε ᾄδουσα
συνελήφθην,
καὶ διὰ τοῦτο
ἀπ’ἐκείνου χρόνου σωφρονεστέρα εἰμί»,
ἡ νυκτηρὶς ἀπεκρίνετο·
«Ἀλλ᾿οὐ νῦν δεῖ
σε φυλάττεσθαι,
ὅτε οὐδὲν ὄφελός
ἐστι,
ἀλλὰ τότε
πρὶν ἢ
συλληφθῆναι.»
Ὁ δὲ λόγος δηλοῖ
ὅτι ἐπὶ τοῖς ἀτυχήμασι
μετάνοια ἀνωφελής ἐστιν.
Nessun commento:
Posta un commento