mercoledì 28 dicembre 2016

La cerva e il leone (da Esopo) [struttura]

λαφος
διψῶσα
παρεγίγνετο ἐπί τινα πηγήν·

ἐν τῷ πίνειν,
ὡς θεᾶται τὴν ἑαυτῆς σκιὰν ἐπὶ τοῦ ὕδατος,
ἐπὶ μὲν τοῖς κέρασιν ἠγάλλετο,
θαυμάζουσα τὸ μέγεθος αὐτῶν καὶ τὴν ποικιλίαν,
ἐπὶ δὲ τοῖς ποσὶ σφόδρα ἤχθετο
ὡς λεπτοῖς οὖσι καὶ ἀσθενέσιν.

Ἔτι δὲ αὐτῆς διανοουμένης,
λέων ἐπεγίγνετο
ὃς αὐτὴν ἐδίωκεν·

καὶ ἐκείνη
ταχέως φεύγουσα
κατὰ πολὺ αὐτοῦ προεῖχεν,
διότι ἀλκὴ ἐλάφων μὲν ἐν τοῖς ποσί ἐστιν,
λεόντων δὲ ἐν καρδίᾳ.

Μέχρι μὲν οὖν ψιλὸν ἦν τὸ πεδίον,
ἡ μὲν
προθέουσα
διεσώζετο·

ἐπειδὴ δὲ ἐγένετο κατά τινα ὑλώδη τόπον,
τηνικαῦτα διὰ τὰ κέρατα ἐνεποδίζετο τοῖς κλάδοις
τρέχειν.

Μέλλουσα δὲ
ἀναιρεῖσθαι
ἔλεγε πρὸς ἑαυτήν·

«Δειλαία εἰμί·
ἔγωγε γὰρ
ὧν μὲν κατεφρόνουν,
ὑπὸ τούτων ἐσῳζόμην,
οἷς δὲ σφόδρα ἠγαλλόμην,
ὑπὸ τούτων διαφθείρομαι.»


Nessun commento:

Posta un commento