mercoledì 28 dicembre 2016

Il tordo (da Esopo)

Ἔν τινι μυρρινῶνι κίχλη διέτριβε καὶ ἐνέμετο· διὰ δὲ τὴν γλυκύτητα τοῦ καρποῦ οὐκ ἀπήρχετο. Ἰξευτής τις δέ, παρατηρούμενος αὐτὴν ἐμφιλοχωροῦσαν, ἴξευε καὶ συνελάμβανε. Καὶ ἡ κίχλη δὴ μέλλουσα ἀναιρεῖσθαι πρὸς ἑαυτὴν ἔλεγεν· «Δειλαία εἰμί· ἐγὼ γὰρ διὰ τὴν τροφῆς γλυκύτητα σωτηρίας στερίσκομαι». Ὁ μῦθος δηλοῖ ὅτι ἄνθρωποί τινες δι’ἡδυπάθειαν σφᾶς αὐτοὺς παρέχουσιν ἀνοήτους.



Nessun commento:

Posta un commento