mercoledì 28 dicembre 2016

La civetta e il pipistrello (da Esopo)

A differenza del titolo assegnato alla versione dal libro di testo, i due protagonisti della favola sono in realtà un usignolo, che è rinchiuso in una gabbia, e un pipistrello.

Βωταλὶς ἀπό τινος θυρίδος κρεμαμένη νυκτὸς ᾖδε. Νυκτερὶς δὲ ἐξακούει αὐτῆς τὴν φωνὴν καὶ προσερχομένη ἐπυνθάνετο ἀπ’αὐτῆς τὴν αἰτίαν, δι᾿ἣν ἡμέρας μὲν ἡσυχάζει, νύκτωρ δὲ ᾄδει. Τῆς δὲ λεγούσης ὡς οὐ μάτην τοῦτο πράττει· «Ἡμέρας γάρ ποτε ᾄδουσα συνελήφθην, καὶ διὰ τοῦτο ἀπ’ἐκείνου χρόνου σωφρονεστέρα εἰμί», ἡ νυκτηρὶς ἀπεκρίνετο· «Ἀλλ᾿οὐ νῦν δεῖ σε φυλάττεσθαι, ὅτε οὐδὲν ὄφελός ἐστι, ἀλλὰ τότε πρὶν ἢ συλληφθῆναι.» Ὁ δὲ λόγος δηλοῖ ὅτι ἐπὶ τοῖς ἀτυχήμασι μετάνοια ἀνωφελής ἐστιν.



Nessun commento:

Posta un commento